De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 δίδοται δὲ νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος ὀλίγου συνανακραθέντος, μειγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεως τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.

ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν ὀρρόν, ὃς σχιζόμενος πρὸς κάθαρσιν εὐτονωτέραν ἁρμόζει, διδόμενος ἐφʼ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λεπριώντων, ἐλεφαντιάσεως, ἐξανθημάτων τῶν περὶ ὅλον τὸ σῶμα.

4 σχίζεται δὲ τὸ γάλα ζεννύμενον ἐν καινῇ χύτρᾳ κεραμεᾷ καὶ κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην μίαν ἄχρι πέντε κοτυλῶν, ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες.