De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

δολίζεται δὲ συναποτιλλομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ 2 περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπίγνωσις· ἄκαυλός τε γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν ὥσπερ ἐπὶ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα ῥίψας, εἰ βούλοιο ἀποτίθεσθαι, ἀναλαμβάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφατος καὶ ἡ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης.

δύναται δὲ ὅσα καὶ ἡ Συριακή, διουρητικωτέρα καὶ εὐστομαχωτέρα 3 οὖσα. ὠφελεῖ δὲ καὶ τὰς περὶ ἧπαρ φλεγμονὰς καὶ ἰκτερικοὺς καὶ πνευματώσεις στομάχου μετὰ ἀφεψήματος ἀψινθίου πινομένη, ὁμοίως καὶ σπλῆνα καὶ τὰ περὶ τὴν κύστιν καὶ νεφρούς, καὶ πρὸς ἰοβόλων δήγματα σὺν οἴνῳ, καὶ εἰς τὰ μαλάγματα μείγνυται καὶ ποτίσματα καὶ χρίσματα θερμαντικά.