De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 δολοῦται δὲ μείξει κροκομάγματος κεκομμένου καὶ λιθαργύρου ἢ μολυβδαίνης διὰ τὸ βάρος ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχειν κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν.

δύναμιν δὲ ἔχει πεπτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐρητικήν, παρέχει τε εὔχροιαν καὶ ἀκραίπαλός ἐστι μετὰ γλυκέος [*](λευκόν, ὑπομήκης, ὁλόκληρος, πλήρης, ἀλιπής, εὔπνους, ἔν τε τῇ διέσει τὰς χεῖρας βάπτων, οὐκ εὐρωτιῶν, ὑπόδριμυς· ὁ γὰρ μὴ τοιοῦτος ἢ ἄωρος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δολοῦται δὲ μειγνυμένου κροκομάγματος ἢ δι᾿  ἑψήματος ὑπαλειφόμενος συντετριμμένης εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μολυβδαίνης· ἐλέγχεται δὲ τῷ κονιορτῶδες ὑπάρχειν ἢ ἑψήματος ὀδωδὴν ἢ καὶ δυσώδη κέναι καὶ μὴ εἰλικρινῆ προσβάλλειν τὴν εὐωδίαν. Θεσσαλὸς μὲν οὖν φησιν μόνον εὐώδη αὐτόν· οἱ δὲ καὶ θανάσιμον, εἴ τις πιεῖν διδῷ αὐτοῦ τρεῖς δραχμὰς μεθ᾿  ὕδατος. κατὰ δὲ τὸ ἀληθὲς διουρητικός ἐστιν καὶ ἠρέμα παραστύφων, διὸ καὶ πρὸς ἐρυσιπέλατα ποιεῖ περι-) [*](11 SIM. Pl. XXI 138 D. eup. II 112 (312) Cels. III 21 (107, 11) — Pl.) [*](138 — Pl. 137 eup. I 29. 31 (108) — Pl. 137 — Pl. 138 eup. II 96 (300) — Pl. 138 — eup. I 25 (106) — eup. II 112 (312).) [*](1 post ὀλύμπου e R add. τρίτος Di Αἰτωλίας] Αἰολίδος Sarac. at cf. Steph. Byz. s. v. Αἰγαί 2 καὶ addidi κεντοριπάντων F: κεντορίας πάντων τῶν HDi: κεντορίας πάντων Da: correxi cf. Strab. VI 272. 273 Pl. XXI 31 3 ἀσθενὴς libri: correxi 4 θυίαν] i. e. thyina ligna: θείαν Da 6 προειρημένος Da ἐστὶ om, H 7 post κεκομμένου e R interp. ἢ δι᾿  ἑψήματος. ὑπαλειφόμενος συντετριμμένης εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μολιβδαίνης δηλοῖ Di 9 ἐντρέχον libri: correxi τὸ] τῶ DiDa 10 post τιγχάνειν e R add. Θεσσαλὸς μὲν οὖν φησι μόνον εὐώδη αὐτόν· οἱ δὲ καὶ θανάσιμον, εἰ πιεῖν τις δῶ αὐτοῦ ⩹ γ΄ μεθ᾿  ὕδατος Dl 11 κατὰ δὲ τὸ ἀληθὲς ἔχει δύναμιν Di (e R) post οὐρητικὴν add. ψυκτικήν (refrigeriosa) Dl 12 τε addidi) [*](13 ὑπόμηκος C ἀλήτης C 16 ἑψέματος R 18 τῷ] τὸ R 19 διωδηκεναι (sic R: correxi 21 εἶπον ἰὸν αὐτοῦ τρεῖς δραχμαὶ C: εἶπον διδων αὐτοῦ τρεῖς δραχμὰς N: ει πιεῖν τις δῶ αὐτοῦ Dl: correxi 23 ποιεῖ] πνεῖ N)

31
πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος καὶ ἐγχριόμενος στέλλει σὺν γάλακτι γυναικείῳ.

μείγνυται δὲ καὶ τοῖς 3 πρὸς τὰ ἐντὸς ποτήμασι χρησίμως καὶ προσθέμασι καὶ καταπλάσμασι τοῖς πρὸς μήτραν καὶ δακτύλιον. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια, τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραύνει καταχριόμενος καὶ εἰς τὰς ὠ τικὰς χρησιμεύει. φασὶ δὲ καὶ ἀναιρετικὸν αὐτὸν εἶναι μεθ᾿  ὕδατος πινόμενον πλῆθος δραχμῶν τριῶν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύγειν ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ θερμῷ· ταχέως δὲ δεῖ στρέφειν. καὶ ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ οὖρα κινεῖ.