The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
  2. ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων
  3. ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
  4. ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
  5. τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
  6. ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
  7. αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
  8. Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
  9. Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,