The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
  2. ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
  3. ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
  4. νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
  5. οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
  6. πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
  7. κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
  8. ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
  9. ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,