The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
  2. τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
  3. ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
  4. ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ
  5. λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
  6. Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
  7. πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ