The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
  2. ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
  3. εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
  4. θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
  5. Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας
  6. Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
  7. ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.