The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
- ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
- εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
- θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
- Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας
- Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
- ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
- ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
- τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις