The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
  2. στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος
  3. καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα
  4. χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
  5. οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
  6. ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
  7. ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη
  8. τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο
  9. βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.