The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
  2. αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
  3. καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες
  4. ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,
  5. νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
  6. τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
  7. στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος