The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα
- τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
- πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
- μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
- ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
- παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
- οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,