The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα
  2. παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
  3. ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων
  4. ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
  5. πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
  6. πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
  7. τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
  8. κτεῖνον ἐφεστηῶτες, ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας
  9. τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.