The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
  2. κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο
  3. αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
  4. σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
  5. Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
  6. ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
  7. ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
  8. ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη
  9. αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ