The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
- ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
- παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
- εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
- ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
- οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
- οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης