The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
- οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
- εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
- ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
- Ζεὺς ταμίης πολέμοιο, μόγις [*](μόλις F) δʼ ἐλέλιξεν Ἀχαιούς·
- χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
- ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.