The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
  2. ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
  3. μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
  4. εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
  5. φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
  6. καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
  7. δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
  8. κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
  9. καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.