The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
  2. πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
  3. φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
  4. ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
  5. ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
  6. κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
  7. οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
  8. Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
  9. μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·