The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
  2. Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
  3. μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
  4. ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
  5. ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
  6. μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
  7. εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,