The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
- τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
- πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
- φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
- ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
- ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
- κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,