The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
  2. εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
  3. ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
  4. ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
  5. πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
  6. ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
  7. Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.