The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι
- πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
- κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
- πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
- οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
- ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
- ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·