The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
  2. πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
  3. οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
  4. ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
  5. ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
  6. ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
  7. εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
  8. ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
  9. ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει