The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
  2. ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
  3. μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
  4. ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
  5. οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
  6. οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
  7. ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
  8. κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι
  9. πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα