The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·
  2. τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
  3. θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις.
  4. οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
  5. οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
  6. ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
  7. ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν