The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
  2. ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
  3. ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
  4. καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
  5. στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
  6. ἡ μὲν ἔφη· τῇ δʼ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων
  7. ἀμφότερον μάντιν τʼ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.