The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
- τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
- λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
- τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
- τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
- τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
- ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
- οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
- ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,