The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
  2. ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
  3. γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
  4. ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
  5. Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
  6. κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·
  7. ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
  8. δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
  9. σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;