The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
  2. παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
  3. ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
  4. θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
  5. νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
  6. καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
  7. εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων