The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
  2. αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
  3. καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
  4. Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ
  5. Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
  6. φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
  7. αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες