The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
  2. ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.[*](v.l. ἐόντες.)
  3. Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
  4. λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
  5. ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,
  6. τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
  7. καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.