The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
- πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης
- τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
- ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
- ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
- τοῖσι δʼ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
- πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.