The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
  2. τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης
  3. ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
  4. δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
  5. θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
  6. σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
  7. πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης
  8. τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
  9. ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες