The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
- τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
- τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
- εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
- ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη
- ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
- δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
- τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
- ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων