The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
  2. οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
  3. Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
  4. Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,
  5. Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
  6. ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
  7. Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ