The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
  2. Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
  3. Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
  4. καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
  5. τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
  6. Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
  7. εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες