Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἐν δὲ τῷ βιβλίῳ τῆς Ἐξόδου, ὅτι αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ καὶ Ἰησοῦς ἦν, ὃ λέγει τῷ Ἀβραὰμ μὴ δεδηλῶσθαι μηδὲ τῷ Ἰακώβ, διὰ Μωσέως ἐν μυστηρίῳ ὁμοίως ἐξηγγέλθη, καὶ ἡμεῖς νενοήκαμεν. Οὕτως δὲ εἴρηται·

v.2.p.4
Καὶ εἶπε κύριος τῷ Μωσεῖ· Εἰπὲ τῷ λαῷ τούτῳ· Ἰδοὺ ἐγὼ [fol. 129] ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἴνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἢν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ [Exod., XX, 22; XXIII, 20-21].

Τίς οὖν εἰς τὴν γῆν εἰσήγαγε τοὺς πατέρας ὑμῶν; Ἤδη ποτὲ νοήσατε ὅτι ὁ ἐν τῷ ὀνόματι τούτῳ ἐπονομασθεὶς Ἰησοῦς, πρότερον Αὐσῆς καλούμενος. Εἰ γὰρ τοῦτο νοήσετε, καὶ ὅτι τὸ ὄνομα αὐτοῦ τοῦ εἰπόντος τῷ Μωσεῖ· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾿ αὐτῷ [Exod., XXIII, 21 et cf. Nombr., XIII, 17], Ἰησοῦς ἦν, ἐπιγνώσεσθε. Καὶ γὰρ καὶ Ἰσραὴλ αὐτὸς ἦν καλούμενος, καὶ τὸν Ἰακὼβ τούτῳ τῷ ὀνόματι ὁμοίως μετωνομάκει [cf. Gen., XXXII, 25].

Ὅτι δὲ καὶ ἄγγελοι καὶ ἀπόστολοι τοῦ θεοῦ λέγονται οἱ ἀγγέλλειν τὰ παρ᾿ αὐτοῦ ἀποστελλόμενοι προφῆται, ἐν τῷ Ἡσαΐα δεδήλωται. Λέγει γὰρ ἐκεῖ ὁ Ἡσαΐας· Ἀπόστειλόν με [Is., VI, 8]. Καὶ ὅτι προφήτης ἰσχυρὸς καὶ μέγας γέγονεν ὁ ἐπονομασθεὶς τῷ Ἰησοῦ ὀνόματι, φανερὸνπᾶσίν ἐστιν.

Εἰ οὖν ἐν τοσαύταις μορφαῖς οἴδαμεν

v.2.p.6
πεφανερῶσθαι τὸν θεὸν ἐκείνον τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ, πῶς ἀποροῦμεν καὶ ἀπιστοῦμεν κατὰ τὴν τοῦ πατρὸς τῶν ὅλων βουλὴν καὶ ἄνθρωπον αὐτὸν διὰ παρθένου γεννηθῆναι μὴ δεδυνῆσθαι, καὶ ταῦτα ἔχοντες [fol. 129] γραφὰς τοσαύτας. ἐξ ὤν συννοῆσαι ἔστι διαρρήδην ὅτι κατὰ τὴν τοῦ πατρὸς βουλὴν καὶ τοῦτο γέγονεν.