Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ ὁ Τρύφων ἔφη· Ὅτι δι᾿ ἡμᾶς ἀξιώσαντας ἀνιστόρησας αὐτάς, ἐπιστάμεθα. Περὶ δὲ τοῦ ψαλμου τούτου. ὃν τελευταῖον ἔφης ἀπὸ τῶν Δαυΐδ λόγων. οὐ δοκει μοι εἰς ἄλλον τινὰ εἰρῆσθαι ἀλλ᾿ εἰς τὸν πατέρα, τὸν καὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ποιήσαντα· σὺ δ᾿ αὐτὸν φῂς εἰς τὸν παθητὸν τοῦτον. ὅν καὶ Χριστὸν εἶναι σπουδάζεις ἀποδεικνύναι. εἰρῆσθαι.

Καὶ ἀπεκρινάμην· Διὰ λέξεως. ἢν τὸ ἄγιον πνεῦμα ἐν τούτῳ τῷ ψαλμῷ ἀνεφθέγξατο. νοήσατε λέγοντος μου. παρακαλῶ, καὶ γνώσεσθε οὔτε κακῶς με λέγειν οὐθ᾿ ὑμᾶς ὄντως κεκηλῆσθαι· οὕτως γὰρ ἄν καὶ πολλὰ ἄλλα νοῆσαι τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένων καθ᾿ ἑαυτοὺς γενόμενοι δυνήσεσθε. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ἄισατε τῷ κυρίῳ καὶ εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ [Ps., XCV, 1-3].

Ὡς τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων ᾄδοντας καὶ ψάλλοντας τοὺς [fol. 128] ἀπὸ πάσης τῆς γῆς γνόντας τὸ σωτήριον τοῦτο μυστήριον, τουτέστι τὸ πάθος τοῦ Χριστοῦ, δι᾿ οὗ τούτους ἔσωσεν, ἐνδιάγοντας κελεύει, ἐπιγνόντας ὅτι καὶ αἰνετὸς καὶ φοβερὸς καὶ ποιητὴς τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς ὁ τοῦτο τὸ σωτήριον ὑπὲρ τοῦ

v.1.p.358
ἀνθρωπείου γένους ποιήσας, τὸν καὶ μετὰ τὸ σταυρωθῆναι ἀποθνήσκοντα καὶ βασιλεύειν πάσης τῆς γῆς κατηξιωμένον ὑπ᾿αὐτοῦ, ὡς καὶ διὰ. . .
v.2.p.2
...

τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται εἰς αὐτήν, καὶ ἐγκαταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν· καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις. Καὶ ἐρεῖ τῇ ἡμέρᾳ ἐκείνῃ· Διότι οὐκ ἔστι κύριος ὁ θεὸς μου ἐν ἡμῖν, εὕροσάν με τὰ κακὰ ταῦτα. Ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους [Deut. XXXI, 16-18].