Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Νενοήκατε οὖν ὅτι ὁ εἰπὼν τότε ὑπὸ τὴν δρῦν ἐπαναστρέψαι, ὡς προηπίστατο ἀναγκαῖον εἶναι τῷ Ἀβραὰμ συμβουλεῦσαι ἅπερ ἐβούλετο αὐτὸν Σάρρα, ἐπανελήλυθεν, ὡς γέγραπται, καὶ θεός ἐστιν,

v.1.p.252
ὡς οἱ λόγοι σημαίνουσιν οὕτως εἰρημένοι· Εἶπε δὲ ὁ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης [ibid.]; ἐπυνθανόμην.

Καὶ ὁ Τρύφων ἔφη· Μάλιστα· οὐκ ἐκ τούτου δὲ [fol. 106] ἀπέδειξας ὅτι ἄλλος ἐστὶν ὁ θεὸς παρὰ τοῦτον τὸν ὀφθέντα τῷ Ἀβραάμ., ὅς καὶ τοῖς ἄλλοις πατριάρχαις καὶ προφήταις ὦπτο, ἀλλ᾿ ἡμᾶς ἀπέδειξας οὐκ ὀρθῶς νενοηκότας ὅτι οἱ τρεῖς, οἱ ἐν τῇ σκηνῇ παρὰ τῷ Ἀβαὰμ γενόμενοι, ὅλοι ἄγγελοι ἦσαν.