Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ πάλιν ἐγώ· Εἰ οὖν καὶ ἀπὸ τῶν γραφῶν μὴ εἶχον ἀποδεῖξαι ὑμῖν ὅτι εἶς τῶν τριῶν ἐκείνων καὶ ὁ θεός [cf. Gen., XVIII, 1] ἐστι καὶ ἄγγελος [cf. Gen., XXXI, 11] καλεῖται, ἐκ τοῦ ἀγγέλλειν, ὡς προέφην, οἷσπερ βούλεται τὰ παρ᾿ αὐτοῦ ὁ τῶν ὅλων ποιητὴς θεός, τὸν ἐπὶ τῆς γῆς ἐν ἰδέᾳ ἀνδρὸς ὁμοίως τοῖς σὺν αὐτῷ παραγενομένοις δυσὶν ἀγγέλοις φαινόμενον τῷ Ἀβραάμ., τοῦτου τὸν καὶ πρὸ ποιήσεως κόσμου ὄντα θεόν, τοῦτον νοεῖν ὑμᾶς εὔλογον ἦν, ὅπερ τὸ πᾶν ἔθνος ὑμῶν νοεῖ.

Καὶ πάνυ, ἔφη· οὕτως γὰρ καὶ μέχρι τοῦ δεῦρο εἴχομεν.

Κἀγώ πάλιν εἶπον · Ἐπὶ τὰς γραφάς ἐπανελθὼν πειράσομαι πεῖσαι ὑμᾶς ὅτι οὗτος ὅ τε τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ ὦφθαι λεγόμενος καὶ γεγραμμένος θεὸς ἒτερός ἐστι τοῦ τὰ πάντα ποιήσαντος θεοῦ, ἀριθμῷ λέγω ἀλλὰ οὐ γνώμῃ · οὐδὲν γὰρ φημι αὐτὸν πεπραχέναι

v.1.p.254
ποτὲ ἢ ὡμιληκέναι ἢ ἅπερ αὐτὸν ὁ τὸν κόσμον πονήσας, ὑπὲρ ὅν ἄλλος οὐκ ἔστι θεός, βεβούληται καὶ πρᾶξαι καὶ ὁμιλῆσαι [cf. JEAN, , XII, 49].