Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ταῦτα δι’ ὅλης τῆς νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους· συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.

Προεπέπυστο τὴν σωτηρίαν αὐτῶν ἡ πόλις ἅπασα· ὡς δὲ ἐξέβησαν, εὐθὺς ὡς εἶχον ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ᾔεσαν καὶ πολλὰ εὔχοντο καὶ θύσαντες ἄλλα τε ἀνέθεσαν ἀναθήματα καὶ δὴ καὶ γραφῇ τῇ θεῷ ἀνέθεσαν πάντα ὅσα τε ἔπαθον καὶ ὅσα ἔδρασαν·

καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους (ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες), καὶ αὐτοὶ τοῦ λοιποῦ διῆγον ἑορτὴν ἄγοντες τὸν μετʼ ἀλλήλων βίον.

Καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ ὁ Ἱππόθοος ἐν Ἐφέσῳ τὸν λοιπὸν διαβιῶναι χρόνον. Καὶ δὴ Ὑπεράνθους τάφον ἤγειρε μέγαν κατὰ Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη παῖδα ποιησάμενος ὁ Ἱππόθοος διῆγεν ἐν Ἐφέσῳ μεθʼ Ἁβροκόμου καὶ Ἀνθείας.

Ξενοφῶντος τῶν κατὰ Ἄνθειαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν λόγων τέλος