Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἄνθεια τὸν Ἁβροκόμην ἔκλαεν ἄνερ λέγουσα καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους·

ἀλλʼ ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου· ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίᾳ, οὐ Περίλαος ἐν Κιλικίᾳ, οὐκ ἐν Αἰγύπτῳ Ψάμμις καὶ Πολύιδος, οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίᾳ, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλʼ ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιημένη·

σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἢ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε ἐπιλαθέσθαι τῶν ὅρκων τε κἀμοῦ;

Ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης ἀλλʼ ὀμνύω σοι φησὶ τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτʼ ἄλλη τις ὀφθεῖσα ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας

Ἁβροκόμην, οἷον ἐν Τύρῳ κατέλιπες ἐν δεσμωτηρίῳ.