De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

Ἀρριχίωνα δὲ τὸν παγκρατιαστὴν δύο μὲν ἤδη Ὀλυμπιάδας νικῶντα, τρίτην δὲ ἐπʼ ἐκείναις Ὀλυμπιάδα μαχόμενον περὶ τοῦ στεφάνου καὶ ἤδη ἀπαγορεύοντα Ἐρυξίας ὁ γυμναστὴς ἐς ἔρωτα θανάτου κατέστησεν ἀναβοήσας ἔξωθεν ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.

Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς ἐρῶντος, ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων ὦ Πρόμαχε, εἶπε δοκεῖς μοι ἐρᾶν· ὡς δὲ εἶδεν ἐρυθριῶντα ἀλλʼ οὐκ ἐλέγξων ἔφη ταῦτα ἠρόμην, ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος· καὶ γὰρ ἂν καὶ διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ. καὶ διαλεχθεὶς οὐδὲν ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι· οὐκ ἀπαξιοῖ τοί σε ἔφη εἶναι τῶν ἑαυτῆς παιδικῶν νικῶντα Ὀλυμπίασι καὶ ὁ Πρόμαχος ἀναπνεύσας ὑφʼ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πουλυδάμαντα τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς ὁ Πουλυδάμας ᾑρήκει παρʼ Ὤχῳ τῷ Πέρσῃ.

Μανδρογένους δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν, ᾗ ἐκέχρητο ἐφʼ ἡλικίας ἐς τὸ παγκράτιον, τῷ γυμναστῇ ἀνατιθέντος· τεθνάναι μὲν γὰρ τὸν πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον ἐρρωμένῃ τε καὶ γυναικὸς πρόσω, πρὸς ἣν γράψαι τὸν

γυμναστὴν ἐπιστολὴν τοιαύτην. τὸν υἱὸν εἰ μὲν τεθνεῶτα ἀκούσει, πίστευσον, εἰ δὲ ἡττώμενον, ἀπίστει. ταύτην δὲ ἔφασκεν ἀγάμενος τὴν ἐπιστολὴν εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.

Ἄτταλος δὲ ὁ Αἰγύπτιος ἐνίκησεν ἐν Πλαταίᾳ ἐς δεύτερον ἆθλον τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρʼ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον ἔκκριτόν τε νομίζεσθαι πρότερον ἢ ἐγγυητὰς καταστῆσαι τοῦ σώματος. οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα ὑπέθηκεν ἑαυτὸν ὁ γυμναστὴς τῷ νόμῳ καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν ἐς νίκην δευτέραν· τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι.

ἐπεὶ δὲ ἐπιῤῥεῖ τῶν τοιούτων ὄχλος ἐγκαταμιγνύντων ἡμῶν παλαιοῖς νέα, σκεψώμεθα τὸν γυμναστὴν αὐτόν, ὁποῖός τις ὢν καὶ ὁπόσα εἰδὼς τῷ ἀθλητῇ ἐφεστήξει. ἔστω δὴ ὁ γυμναστὴς μήτε ἀδολέσχης, μήτε ἀγύμναστος τὴν γλῶτταν, ὡς μήτε ἐκλύοιτο ὑπὸ τῆς ἀδολεσχίας τὸ ἔνεργον τῆς τέχνης, μήτε ἀγροικότερον φαίνοιτο μὴ ξὺν λόγῳ δρώμενον, φυσιογνωμονικήν τε ἐπεσκέφθω πᾶσαν. τουτὶ δὲ κελεύω διὰ τόδε· παῖδα ἀθλητὴν Ἑλλανοδίκης μέν τις ἢ Ἀμφικτύων κρίνουσιν ἀπὸ τῶν τοιῶνδε· εἰ φυλὴ τῷδε καὶ πατρίς, εἰ πατὴρ καὶ γένος, εἰ ἐξ ἐλευθέρων καὶ μὴ νόθος, ἐπὶ πᾶσιν, εἰ νέος καὶ μὴ ὑπὲρ παῖδα· εἰ δʼ ἐγκρατὴς ἢ ἀκρατής, εἰ μεθυστής, εἰ λίχνος, εἰ θαρσαλέος ἢ δειλός, οὔτε γιγνώσκουσιν, οὔτε, εἰ γιγνώσκοιεν, οὐδὲν οἱ νόμοι σφίσιν ὑπὲρ τῶν τοιούτων διαλέγονται, τὸν δὲ γυμναστὴν δεῖ ἐξεπίστασθαι ταῦτα φύσεώς που κριτὴν ὄντα. γιγνωσκέτω δὴ τὴν ἐν ὀφθαλμοῖς ἠθικὴν

πᾶσαν, ὑφʼ ἧς δηλοῦνται μὲν οἱ νωθροὶ τῶν ἀνθρώπων, δηλοῦνται δὲ οἱ ξύντονοι εἴρωνές τε καὶ ἧττον καρτερικοὶ καὶ ἀκρατεῖς· ἄλλα γὰρ μελανοφθάλμων, ἄλλα δὲ χαροπῶν τε καὶ γλαυκῶν καὶ ὑφαίμων ὀφθαλμῶν ἤθη, ἕτερα δὲ ξανθῶν καὶ ὑπεστιγμένων, προπαλῶν τε καὶ κοίλων, ἡ γὰρ φύσις ὥρας μὲν ἄστροις ἐσημήνατο, ἤθη δὲ ὀφθαλμοῖς τὴν δὲ αὖ τῶν σώματος μερῶν ἀναλογίαν, ὥσπερ ἐν ἀγαλματοποιίᾳ, ὧδε ἐπισκεπτέον· σφυρὸν μὲν καρπῷ ὁμολογεῖν δεῖ, κνήμῃ δὲ πῆχυν, καὶ βραχίονα μηρῷ ἀντικρίνεσθαι καὶ ὤμῳ γλουτόν, μετάφρενα θεωρεῖσθαι πρὸς γαστέρα καὶ στέρνα ἐκκεῖσθαι παραπλησίως τοῖς ὑπὸ τὸ ἰσχίον, κεφαλήν τε, σχῆμα τοῦ παντὸς οὖσαν, πρὸς ταῦτα πάντα ἔχειν συμμέτρως.

τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα τὸν γυμναζόμενον καὶ ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, τοῖς δὲ ἐς τόδε τῶν κυνῶν χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας, καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλʼ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι ἢ σειρᾶ τοῦ ἅρματος, ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων, ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.

καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ ἐδόκει τῷ Σπαρτιάτῃ· παριστάμενος γὰρ τῇ Λακεδαίμονι

πολέμου ἀθλητὰς γυμναζέσθων φησὶν αἱ κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν ὑπὸ τοῦ ἐῤῥῶσθαι τὸ σῶμα· ἀφικομένη γὰρ ἐς ἀνδρὸς ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν διὰ τὸ ἠσκῆσθαι ἐκ νέας, εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει καὶ γὰρ εὐμήκη καὶ ἰσχυρὰ καὶ ἄνοσα. καὶ ἐγένετο ἡ Λακεδαίμων τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε ἔπραττεν.

ἐπειδὴ τοίνυν ἐκ γονῆς ἀνθρώπου προσήκει ἄρχεσθαι, ἴτω ὁ γυμναστὴς ἐπὶ τὸν παῖδα τὸν ἀθλητήν, ἐκ γονέων αὐτὸν ὁρῶν πρῶτον, εἰ νέοι ξυνηρμόσθησαν καὶ γενναῖοι καὶ ἄνοσοι νόσων, ὁπόσαι ἐς νεῦρα ἀπερείδονται καὶ ὀφθαλμῶν ἕδρας, καὶ ἐς ὦτα ἐκφοιτῶσιν ἢ σπλάγχνα, ταυτὶ γὰρ τὰ νοσήματα καὶ ξυνυποικουρεῖ πως τῇ φύσει, καὶ παιδία μὲν ὄντα ἀφανῶς ὑποδέδυκε, ἐκρήγνυται δὲ μεταβολὴν σχόντος τοῦ αἵματος ἐν ταῖς τῆς ἡλικίας τροπαῖς. νέων δέ γε γονή, ἢν ἄμφω καὶ γενναῖοι ξυνέλθωσιν, ἰσχύν τε ξυμβάλλεται καὶ ῥώμην ἀθλητῇ καὶ αἷμα ἀκήρατον καὶ ὀστῶν κράτος καὶ χυμοὺς ἀκραιφνεῖς καὶ ἴσον μέγεθος, ἔτι δʼ ἂν φαίην, ὅτι καὶ ὥραν φέρουσιν. ἀγνοείσθων δὲ μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν, εἰ ὑγιῶς βασανιοῦμεν τὴν σποράν· ἐς εὔηθες γὰρ ἐκπεσεῖται ὁ λόγος, εἰ τὸν ἀθλητὴν ἐφεστηκότα ἤδη τῷ σταδίῳ καὶ τοῦ κοτίνου τε καὶ τῆς δάφνης γλιχόμενον ἐς τὸν πατέρα ἀναβαλλοίμεθα καὶ τὴν μητέρα, τάχα που καὶ τεθνεῶτας ἐπὶ νηπίῳ. δεῖ δὲ τὴν κυρίαν βαδίζειν, καθʼ ἣν ἐς γυμνὸν τὸν ἀθλητὴν βλέψαντες οὐδὲ τὰ τῶν προγόνων ἠγνοηκέναι δόξομεν, ὅπη αὐτῷ ἔχει. χαλεπὸν

μὲν τὸ ἐνθύμημα καὶ οὐ πάνυ τι ῥᾴδιον, οὐ μὴν πρόσω γε τῆς τέχνης. παραδίδωμι οὖν αὐτὸ ἐς γνῶσιν.

ἡ μὲν οὖν γενναία σπορὰ καὶ νεᾶνις ὁποίους ἀνήσει δεδήλωκα, ἡ δὲ ἐκ τῶν προηκόντων ὧδε ἐλεγκτέα· λεπτὸν μὲν τούτοις τὸ δέρμα, κυαθώδεις δὲ αἱ κλεῖδες, ὑπανεστηκυῖαι δὲ αἱ φλέβες, καθάπερ τοῖς πεπονηκόσι, καὶ ἰσχίον τούτοις ἄναιμον καὶ τὰ μυώδη ἀσθενῆ. γυμναζομένων δὲ πλείους ἔλεγχοι· καὶ γὰρ νωθροὶ καὶ ὠμοὶ τὸ αἷμα ὑπὸ ψυχρότητος καὶ οἱ ἱδρῶτες ἐπιπολάζοντες μᾶλλον ἢ τῶν κυρτῶν τε καὶ κοίλων ἀνίσχοντες, καὶ οὐδὲ ἐπανθοῦσιν οὗτοι τοῖς πόνοις, εἰ μὴ ἀπαντλοῖμεν τοὺς ἱδρῶτας. τινὲς οὐδὲ ἐπιτήδειοι ἐς ῥᾳστώνην, ἀλλὰ ἀνοχῶν δέονται, ἀναλίσκονται δὲ καὶ πόνοις ὑπὲρ τὰ πονηθέντα. ἐγὼ δὲ τούτους πάντων ἀπαξιῶ τῶν ἐν ἀγωνίᾳ — τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ — παγκρατίου δὲ καὶ πυγμῆς μάλιστα, εὐάλωτοι γὰρ πληγαῖς τε καὶ τραύμασιν οἱ μηδὲ τὸ δέρμα ἐῤῥωμένοι. γυμναστέοι δὲ ὅμως, μᾶλλον δὲ κολακευτέοι τῷ γυμνάζοντι, ἐπειδὴ δέονται τούτου καὶ πονοῦντες καὶ γυμναζόμενοι. εἰ δὲ κατὰ τὸν ἕτερον τῶν τοιούτων ἡ σπορὰ παρηβηκυῖα φαίνεται, τὰ μὲν ἐλαττώματα ἔσται ὅμοια, ἧττον δὲ ἐπίδηλα. τὰς δὲ νοσώδεις τῶν ἕξεων ἐξελέγξει τὸ αἷμα, θολερὸν γάρ που ἀνάγκη αὐτὸ φαίνεσθαι καὶ βεβυθισμένον ὑπὸ τῆς χολῆς. τὸ δὲ τοιοῦτον αἷμα κἂν ἔμπνουν ποτὲ ὑπὸ γυμναστοῦ γίγνηται, μεθίσταται αὖ καὶ θολοῦται, χαλεπὰ γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα.

δηλοῖ τέ τι καὶ προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες καὶ αὐχὴν ἀνεστηκὼς καὶ ἄγαν ὑπολισθάνων καθʼ ὃ ξυμβάλλουσιν αἱ κλεῖδες. καὶ μὴν καὶ αἱ ξυγκεκλῃμένοι τὰ

πλευρὰ καὶ οἱ ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι· τοῖς μὲν γὰρ πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα καὶ μὴ εὔρουν τὸ πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις, φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι, τοῖς δὲ βαρέα τε εἶναι τὰ σπλάγχνα καὶ ἀπηρτημένα, ὥστε καὶ ἀμβλὺ τὸ ἀπʼ αὐτῶν εἶναι πνεῦμα καὶ ὁρμῇ ὕπτιον, καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις ἐς γαστέρα χωροῦντα μᾶλλον ἢ ἐς τροφὴν τοῦ σώματος. ταυτὶ μὲν περὶ γονῆς τῶν ἀγωνιουμένων, τὸν δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον ὧδε χρὴ ἐξετάζειν·

ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς μᾶλλον ἢ οἱ κοῦφοι, καὶ κοῦφος μᾶλλον ἢ οἱ βαρεῖς, εὐμήκης εὐπαγὴς ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη καὶ μὴ κεκολασμένος. ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου ἢ καὶ τοῦ δίσκου διά τε τὸ ἅλμα· ἀλυπότερον γὰρ πηδήσει καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον ἐγκατερείσῃ τῇ βάσει. καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν καὶ εὐμήκη τοὺς δακτύλους, δισκεύσει γὰρ πολλῷ ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου, καὶ εὐκολώτερον κινήσει τὸ ἀκόντιον, ἢν τοῦ μεσαγκύλου ἄνω ψαύωσιν οἱ δάκτυλοι μὴ σμικροὶ ὄντες.

ὁ δὲ ἄριστα δολιχοδρομήσων τοὺς μὲν ὤμους καὶ τὸν αὐχένα κεκρατύνθω παραπλησίως πεντάθλῳ, σκελῶν δὲ λεπτῶς ἐχέτω καὶ κούφως, ὥσπερ οἱ τοῦ σταδίου δρομεῖς· ἐκεῖνοι μὲν γὰρ σκέλη χερσὶ κινοῦσιν ἐς τὸν ὀξὺν δρόμον, οἷον πτερούμενοι ὑπὸ τῶν χειρῶν, δολιχοδρόμοι δὲ τουτὶ μὲν περὶ τέρμα πράττουσι, τὸν δὲ ἄλλον χρόνον σχεδὸν οἷον διαβαίνουσιν,

ἀνέχοντες ἐν προβολῇ τὰς χεῖρας, ὅθεν ἐῤῥωμενεστέρων τῶν ὤμων δέονται.

ὁπλίτην δὲ καὶ σταδίου ἀγωνιστὴν καὶ διαύλου διακρίνει μὲν οὐδεὶς ἔτι ἐκ τῶν χρόνων, οὓς Λεωνίδας ὁ Ῥόδιος ἐπʼ Ὀλυμπιάδας τέτταρας ἐνίκα τὴν τριττὺν ταύτην, διακριτέοι δὲ ὅμως οἵ τε καθʼ ἓν ἀγωνιζόμενοι ταῦτα καὶ οἱ ὁμοῦ πάντα. τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω καὶ ὦμος εὐτραφὴς καὶ σιμὴ ἐπιγουνίς, ἵνʼ εὖ φοροῖτο ἡ ἀσπὶς ἀνεχόντων αὐτὴν τούτων· σταδιοδρόμοι δέ, τὸ κουφότατον τῶν ἐν ἀγωνίᾳ, κράτιστοι μὲν καὶ οἱ ξύμμετροι, βελτίους δὲ τούτων οἱ μὴ ὑπερμήκεις, ἀλλὰ μικρὸν τῶν ξυμμέτρων εὐμηκέστεροι, τὸ γὰρ ὑπερβάλλον μῆκος ἁμαρτάνει τοῦ βεβαίου, καθάπερ τῶν φυτῶν τὰ ὑπερανεστηκότα. συγκείσθων δὲ εὐπαγεῖς, ἀρχὴ γὰρ τοῦ εὖ δραμεῖν τὸ εὖ στῆναι. ἁρμονία δὲ αὐτῶν ἥδε· τὰ σκέλη ἰσόῤῥοπα εἶναι τοῖς ὤμοις, τὸν θώρακα εἶναι μείω συμμέτρου καὶ εὔσπλαγχνον, ἐλαφρὰν ἐπιγουνίδα, κνήμην ὀρθήν, χεῖρας ὑπὲρ τὸν λόγον, ἔστω δὲ αὐτοῖς καὶ τὸ μυῶδες σύμμετρον, οἱ γὰρ περιττοὶ μύες δεσμοὶ τοῦ τάχους. διαύλου δὲ ἀγωνισταὶ κατεσκευάσθων ἐῤῥωμενέστεροι μὲν ἢ οἱ τοῦ σταδίου, κουφότεροι δὲ τῶν ὁπλιτευόντων. οἱ δὲ τῶν τριῶν ἀγωνισταὶ δρόμων ἀριστίνδην συντετάχθων, συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα. τουτὶ δὲ μὴ τῶν ἀπόρων ἡγείσθω τις, δρομεῖς γὰρ καὶ ἐφʼ ἡμῶν τοιοῦτοι ἐγένοντο.

ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς καὶ τὸν βραχίονα μὴ ἄνω σφριγῶν καὶ τοὺς ὤμους καὶ εὔλοφος καὶ ὑψαύχην. καρποὶ δὲ πήχεων οἱ μὲν παχεῖς βαρύτεροι ἐς τὸ πλήττειν, οἱ δὲ ἧττον παχεῖς

ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές, ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, εἰ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. παχυκνήμους δὲ οὔτʼ ἄλλου μὲν οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ καὶ εὐάλωτοι τῷ προσιόντι. ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν καὶ ξυμμέτρως τῶν μηρῶν ἀπηλλαγμένων τε καὶ ἀφεστηκότων, ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί, γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη, κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ πυκτεύοντι, τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.

ἴωμεν ἐπὶ τοὺς παλαίσοντας. ὁ παλαιστὴς ὁ κατὰ λόγον εὐμήκης μὲν ἔστω μᾶλλον ἢ ξύμμετρος, ἡρμόσθω δὲ ὥσπερ οἱ ξύμμετροι, μήτε ὑψαύχην μήτε ὤμοις τὸν αὐχένα ἐπεζευγμένος, τουτὶ γὰρ δὴ προσφυὲς μέν, παραπλήσιον δὲ κεκολασμένῳ μᾶλλον ἢ γεγυμνασμένῳ τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων, ὅσῳ ἡδίω καὶ θεοειδέστερα τὰ ἐλευθέριά τε καὶ μὴ ξυντράχηλα. ἀλλʼ ἔστω αὐχὴν μὲν ἀνεστηκώς, ὥσπερ ἐν ἵππῳ καλῷ καὶ ἑαυτοῦ ξυνιέντι, καθήκουσα δὲ ἐς κλεῖν ἑκατέραν ἡ βάσις τῆς δειρῆς, συναγωγοὶ δὲ ἐπωμίδες κεφαλαὶ ὤμων καὶ ἀνεστηκυῖαι μέγεθός τε ξυμβάλλονται τῷ παλαίσοντι καὶ γενναιότητα εἴδους καὶ ἰσχὺν καὶ τὸ παλαίειν ἄμεινον· οἱ γὰρ τοιοίδε ὦμοι καὶ καμπτομένου τοῦ αὐχένος καὶ στρεβλουμένου ὑπὸ τῆς πάλης ἀγαθοὶ φύλακες προσερείδοντες τὴν κεφαλὴν ἐκ τῶν βραχιόνων.

βραχίων εὔσημος πλεονέκτημα πάλης· βραχίονα δὲ καλῶ εὔσημον τὸν τοιόνδε, οὗ εὐρεῖαι φλέβες ἄρχουσαι μὲν ἐξ αὐχένος καὶ δειρῆς μία ἑκατέρωθεν ἐπιβᾶσα τοῦ ὤμου, κατιοῦσαι δὲ ἐπὶ τὼ χεῖρε βραχίοσι τε καὶ ὠλέναις ἐμπρέπουσαι. οἷς μὲν δὴ ἐπιπόλαιοί τʼ εἰσὶ καὶ τοῦ μετρίου ἐπιφανέστεραι, οὔτʼ ἰσχὺν παρʼ αὐτῶν ἄρνυνται ἀηδεῖς τʼ ἰδεῖν αἵδε φλέβες, ὥσπερ οἱ κιρσοί, οἷς δὲ ἂν βαθεῖαι τύχωσι καὶ ὑποκυμαίνουσαι, ἐκθερμαίνουσι τούτοις τὸ εὔδιον τῶν χειρῶν αἷμα καὶ τὸν βραχίονα προηκόντων μὲν ὑπονεάζειν, νεαζόντων δὲ ποιοῦσιν ὁρμητήν τε φαίνεσθαι καὶ ἐν ἐπαγγελίᾳ πάλης. στέρνα δὲ ἀμείνω τὰ προέχοντά τε καὶ ἐκκείμενα, τὰ γὰρ σπλάγχνα αὐτοῖς ὥσπερ ἐν οἰκίσκῳ στερεῷ τε καὶ εὐσχήμονι ἵδρυται γενναῖα ἰσχυρὰ ἄνοσα θυμοειδῆ ξὺν καιρῷ, καὶ χαρίεντα δὲ τῶν στέρνων καὶ τὰ μετρίως μὲν ἐκκείμενα, περιεσκληκότα δὲ σὺν γραμμαῖς, ἰσχυρά τε γὰρ ταῦτα καὶ εὔφορα καὶ παλαῖσαι μὲν τῶν προεχόντων ἥττονα, παλαιστικώτερα δὲ τῶν ἄλλων. μικρὰ δὲ στέρνα καὶ ἐσέχοντα οἷς ἂν τύχῃ, οὔτε ἀποδύειν ἀξιῶ, οὔτε γυμνάζειν, καὶ γὰρ κακοστόμαχοι ἁλίσκονται καὶ οὐκ εὔσπλαγχνοι καὶ τὸ πνεῦμα στενοί. γαστὴρ δὲ ὑπεστάλθω μὲν πρὸς τὸ ἦτρον, οὐ γὰρ χρηστὸν ἄχθος ἡ γαστὴρ τῷ παλαίοντι, ἐποχείσθω δὲ μὴ κενοῖς τοῖς βουβῶσιν, ἀλλʼ ἔστω τι κἀκείνων εὐτραφές· οἱ γὰρ τοιοίδε βουβῶνες ξυνδῆσαί τε ἱκανοὶ πᾶν ὅπερ ἂν ἡ πάλη παραδιδῷ, καὶ ξυνδεθέντες ἀνιάσουσι μᾶλλον ἢ ἀνιάσονται. νῶτα δὲ χαρίεντα μὲν ὀρθά, γυμναστικώτερα δὲ τὰ ὑπόγυρα, ἐπειδὴ καὶ προσφυέστερα τῷ τῆς πλάτης ὀχήματι γυρῷ τε ὄντι καὶ προνεύοντι. κρινέτω δὲ αὐτὰ μὴ κοίλη ῥάχις, ἐπιλείψει γὰρ μυελὸν τοῦτον καὶ οἱ
σπόνδυλοι ἐκεῖ κάμπτοιντʼ ἂν καὶ προσαναγκάζοιντο ὑπὸ τῶν παλαισμάτων καὶ ὀλισθῆσαί τί ποτε ἐς τὸ ἔσω, ἀλλʼ ὑπονοείσθω τάδε μᾶλλον ἢ ἔστω. τὸ δὲ ἰσχίον οἷον ἄξονα ἐμβεβλημένον τοῖς ἄνω τε καὶ κάτω μέλεσιν ὑγρόν τε εἶναι χρὴ καὶ εὔστροφον καὶ ἐπιστρεφές. τουτὶ δὲ ἐργάζεται μῆκός τε αὐτοῦ καί, νὴ Δίʼ, εὐσαρκία περιττοτέρα τοῦ λόγου. τὰ δὲ ὑπὸ τῷ ἰσχίῳ μήτε ὑπόλισπα ἔστω, μήτʼ αὖ περιττά, τὸ μὲν γὰρ ἀσθενές, τὸ δὲ ἀγύμναστον, ἀλλʼ ἐκκείσθω σφοδρῶς τε καὶ προσφυῶς τῷ παλαίσοντι. πλευρὰ δὲ εὐκαμπὴς καὶ προσεγείρουσα τὸ στέρνον ἱκανοὺς ποιεῖ παλαίειν τε καὶ παλαίεσθαι. καὶ γὰρ ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε καὶ οὐκ εὔφοροι ὑποκειμένοις. γλουτοὶ δὲ οἱ μὲν στενοὶ ἀσθενεῖς, οἱ δὲ εὐρύτεροι ἀργοί, οἱ δʼ εὐάγωγοι ἱκανοὶ ἐς πάντα. μηρὸς δὲ εὐπαγὴς καὶ ἐς τὸ ἔξω ἐπεστραμμένος ξὺν ὥρᾳ ἔῤῥωται καὶ ἀνέχει εὖ πάντα, καὶ μᾶλλον, εἰ μηδαμοῖ ἐκκλίνουσα ἡ κνήμη φέροιτο, ἀλλʼ ὀρθὸς ὁ μηρὸς ἐποχοῖτο τῇ ἐπιγουνίδι. σκέλη δὲ μὴ ὀρθὰ ἐκ τῶν σφυρῶν, ἀλλὰ λοξά τε καὶ ἐς τὸ ἔσω διανενευκότα σφάλλει τὸ σῶμα, καθάπερ τοὺς. ἐδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις.

τοιόσδε μὲν ὁ παλαιστής, καὶ παγκρατιάσει γε ὁ τοιοῦτος τὸ κάτω παγκράτιον ἀκροχειριεῖταί τε οὐχ ἧττον. τελεώτεροι δὲ τῶν παγκρατιαστῶν οἱ ξυγκείμενοι παλαιστικώτερον μὲν ἢ οἱ πύκται, πυκτικώτερον δὲ ἢ οἱ παλαίσοντες. γενναῖοι τῶν ἀθλητῶν καὶ οἱ ἐν μικρῷ μεγάλοι· τούτους δὲ ἡγώμεθα τοὺς ὑποδεεστέρους μὲν τὸ μέγεθος ἢ οἱ τετράγωνοι τε καὶ σύμμετροι, τὸ δὲ σῶμα διηρθρωμένους μεγαλοειδῶς τε καὶ ὑπερφυεστέρως τοῦ μήκους, καὶ

μᾶλλον, ἢν μὴ κατεσκληκέναι δοκῶσιν, ἀλλὰ καὶ τοῦ εὐσάρκου τι ὑποφαίνωσι. κηρύττει δὲ αὐτοὺς πάλη μᾶλλον, εὔστροφοί τε γὰρ καὶ πολύτροποι καὶ σφοδροὶ καὶ κοῦφοι καὶ ταχεῖς καὶ ὁμότονοι, καὶ πολλὰ τῶν ἀπόρων τε καὶ δυσπαλαίστων διαφεύγουσιν ἐπιστηριζόμενοι τῇ κεφαλῇ, καθάπερ βάσει, παγκρατίου δὲ καὶ πυγμῆς οὐκ ἀγαθοὶ προστάται, τῷ τε πλήττοντι ὑποκείμενοι καὶ γελοίως ἀπὸ τῆς γῆς ἑαυτοὺς ἐπαίροντες, ὁπότε αὐτοὶ πλήττοιεν. παράδειγμα δὲ ποιώμεθα τῶν ἐν μικρῷ μεγάλων τὰς εἰκόνας τοῦ παλαιστοῦ Μάρωνος, ὃν Κιλικία ποτὲ ἤνεγκε. παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας· διαφυγεῖν μὲν γὰρ πάλης τὰ δυσφύλακτα ἱκανοὶ καὶ οἵδε, καταπαλαῖσαι δὲ ἀχρεῖοι διὰ τὸ ἐπικαθῆσθαι τοῖς σκέλεσι.

Λεοντώδεις δὲ καὶ ἀετώδεις καὶ σχιζίαι καὶ ἱμαντώδεις καὶ οὓς ἐπονομάζουσιν ἄρκτους, τοιάδε ἀθλητῶν εἴδη· οἱ λεοντώδεις εὔστερνοι μὲν καὶ εὔχειρες, ὑποδεέστεροι δὲ κατόπιν, οἱ ἀετώδεις δὲ τὸ μὲν σχῆμα ὅμοιοι τούτοις, διάκενοι δὲ τοὺς βουβῶνας, ὥσπερ τῶν ἀετῶν οἱ ὀρθούμενοι. ἄμφω δὲ τολμητάς τε ἀποφαίνουσι καὶ σφοδροὺς καὶ ἀθρόους, ἀθυμοτέρους γε μὴν τὰς διαμαρτίας, καὶ οὐ χρὴ θαυμάζειν ἐνθυμουμένους τὰ λεόντων τε καὶ ἀετῶν ἤθη.

οἱ σχιζίαι δὲ καὶ ἱμαντώδεις εὐμήκεις μὲν ἄμφω καὶ μακροὶ τὰ σκέλη καὶ ὑπέρχειρες, διενηνόχασι δὲ ἀλλήλων μικρά τε καὶ μείζω· οἱ μὲν γὰρ στρυφνοί τε κατα φαίνονται καὶ εὔγραμμοι καὶ πολυσχιδεῖς, ὅθεν, οἶμαι, καὶ ἡ ἐπωνυμία αὐτοῖς ἥκει, οἱ δὲ μανοί τέ εἰσι καὶ ἀνειμένοι μᾶλλον, καὶ ὑγροὶ ἅμα ἐν ταῖς περιστροφαῖς κατὰ ταὐτὰ τοῖς μάσθλησιν. εἰσὶ δὲ αὐτῶν οἱ μὲν ἰταμώτεροι τὰς συμπλοκάς, οἱ δὲ ἱμαντώδεις συνεκτικώτεροί τε καὶ εἴροντες.

καρτερικῶν

δὲ ἀθλητῶν εἴδη χολικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ ἀετῷ μὲν ἐοίκασιν οἱ δρομικοί τε καὶ μεγαλόστερνοι, λέοντι δὲ οἱ φλεγματώδεις, οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι καὶ διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.

οἱ δὲ ταῖς ἄρκτοις ὁμοιούμενοι στρογγύλοι τέ εἰσι καὶ ὑγροὶ καὶ εὔσαρκοι καὶ ἧττον διηρθρωμένοι καὶ περιεχεῖς μᾶλλον ἢ ὀρθοί, δυσπάλαιστοί τε καὶ διολισθάνοντες, καρτερῶς δὲ εἴροντες, καὶ σπαράξει δὲ τούτους τὸ πνεῦμα, καθάπερ ταῖς ἄρκτοις ἐν τοῖς δρόμοις.