De Gymnastica

Philostratus the Athenian

Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.

οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες τήν τε ἰσχὺν ἄρρηκτοι καὶ δυσφύλακτοι καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος πλέον ἰσχύον τῶν ἀρτίων. τουτὶ δὲ ὁπόθεν οἶδα λέγω· μῦς ὁ Αἰγύπτιος, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, μειράκιον μὲν ἦν οὐ μέγα, ἐπάλαιε δὲ πρόσω τέχνης· τούτῳ νοσήσαντι ὑπέβη μὲν τὰ δεξιά, ἐπέδωκε δὲ τὰ ἀριστερά, τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον, ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις ἢ τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. καὶ ἀληθὴς ἡ ὄψις· τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων χαλεπὸς ἦν τοῖς ἀντιπάλοις καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι. τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ μὴ ὡς γιγνόμενον, ἀλλʼ ὡς γενόμενον καὶ θεοῦ δοκείτω μᾶλλον ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.

περὶ μὲν δὴ σώματος ἀναλογίας καὶ εἴτε ὁ τοιόσδε βελτίων, εἴτε ὁ τοιόσδε, εἰσί που καὶ δεκταὶ ἀντιλογίαι παρὰ τοῖς μὴ ξὺν λόγῳ διεσκεμμένοις ταῦτα, περὶ δὲ κράσεων, ὁπόσαι εἰσίν, οὔτε ἀντείρηταί

πω, οὔτε ἀντιλεχθείη ἂν τὸ μὴ οὐκ ἀρίστην κράσεων τὴν θερμήν τε καὶ ὑγρὰν εἶναι, ξύγκειται γὰρ ὥσπερ τὰ πολυτελῆ τῶν ἀγαλμάτων ἐξ ἀκηράτου τε καὶ καθαρᾶς ὕλης. ἐλεύθεροι μὲν πηλοῦ τε καὶ ἰλύος καὶ χυμῶν περιττῶν, οἷς τὸ τοῦ φλέγματος καὶ τὸ τῆς χολῆς ἐπαναπλεῖ νᾶμα, εὐκάματοι δὲ ἃ χρὴ μοχθεῖν, καὶ εὔσιτοι καὶ νοσοῦντες μὲν ὀλιγάκις, ταχὺ δὲ ἐκ τῶν νόσων ἀναφέροντες, εὐάγωγοί τε καὶ εὐήνιοι γυμνάσαι ποικίλως διʼ εὐμοιρίαν κράσεως ἀρίστης. οἱ δὲ ἐπίχολοι τῶν ἀθλητῶν θερμοὶ μέν, ξηροὶ δὲ τὴν κρᾶσιν καὶ ἄκαρποι τοῖς γυμνάζουσι, καθάπερ τοῖς σπείρουσιν αἱ θερμαὶ ψάμμοι. ἔῤῥωνται δὲ ὅμως τῷ ἑτοίμῳ τῆς γνώμης, περίεστι γὰρ αὐτοῖς τούτου. τὸ ξυγκίρνασθαι τὴν κατὰ τὸ σῶμα θερμὴν ἕξιν ὑπὸ ψυχρότητος. γυμναστέοι τε οὗτοι συντόνως μυωπιζόμενοι, οἱ δὲ ἐπίχολοι βάδην καὶ διαπνέοντες, τοῖς μὲν γὰρ δεῖ κέντρου, τοῖς δὲ ἡνίας. χρὴ δὲ τοὺς μὲν ξυνάγειν τῇ κόνει, τοὺς δὲ τῷ ἐλαίῳ ἐπαιονεῖν.

ταῦτα εἰρήσθω μοι περὶ κράσεως ἐκ τῆς νῦν γυμναστικῆς, ὡς ἡ ἀρχαία γε οὐδὲ ἐγίγνωσκε κρᾶσιν, ἀλλὰ μόνην τὴν ἰσχὺν ἐγύμναζεν. ἐγυμνάζοντο δὲ οἱ παλαιοὶ οἱ μὲν ἄχθη φέροντες οὐκ εὔφορα, οἱ δὲ ὑπὲρ τάχους ἁμιλλώμενοι πρὸς ἵππους καὶ πτῶκας, οἱ δὲ ὀρθοῦντές τε καὶ κάμπτοντες σίδηρον ἐληλαμένον ἐς παχύ, οἱ δὲ βουσὶ συνεζευγμένοι καρτεροῖς τε καὶ ἁμαξεῦσιν, οἱ δὲ ταύρους ἀπαυχενίζοντες, οἱ δὲ αὐτοὺς λέοντας. ταῦτα δὲ δὴ Πολυμήστορες καὶ Γλαῦκοι καὶ Ἀμησιναῖ καὶ Πουλυδάμας ὁ Σκοτουσσαῖος. Τίσανδρον δὲ τὸν ἐκ τῆς Νάξου πύκτην περὶ τὰ ἀκρωτήρια τῆς νήσου νέοντα παρέπεμπον αἱ χεῖρες ἐπὶ πολὺ τῆς θαλάττης παραπεμπόμεναι γυμναζόμεναί τε καὶ γυμνάζουσαι. ποταμοί

τε αὐτοὺς ἔλουον καὶ πηγαὶ καὶ χαμευνίαν ἐπήσκουν, οἱ μὲν ἐπὶ βυρσῶν ἐκταθέντες, οἱ δὲ εὐνὰς ἀμήσαντες ἐκ λειμώνων. σιτία δὲ αὐτοῖς αἵ τε μᾶζαι καὶ τῶν ἄρτων οἱ ἄπεπτοι καὶ μὴ ζυμῖται καὶ τῶν κρεῶν τὰ βόειά τε καὶ ταύρεια καὶ τράγεια τούτους ἔβοσκε καὶ δόρκοι, κότινοι τε καὶ φυλίαι ἔχριον αὐτοὺς λίπα, ὅθεν ἄνοσοί τε ἤσκουν καὶ ὀψὲ ἐγήρασκον, ἠγωνίζοντό τε οἱ μὲν ὀκτὼ Ὀλυμπιάδας, οἱ δὲ ἐννέα, καὶ ὁπλιτεύειν ἀγαθοὶ ἦσαν. ἐμάχοντό τε ὑπὲρ τειχῶν, οὐδὲ ἐκεῖ πίπτοντες, ἀλλʼ ἀριστείων τε ἀξιούμενοι καὶ τροπαίων, καὶ μελέτην ποιούμενοι πολεμικὰ μὲν γυμναστικῶν, γυμναστικὰ δὲ πολεμικῶν ἔργα.

ἐπεὶ δὲ μετέβαλε ταῦτα καὶ ἀστράτευτοι μὲν ἐκ μαχομένων, ἀργοὶ δὲ ἐξ ἐνεργῶν, ἀνειμένοι δὲ ἐκ κατεσκληκότων ἐγένοντο, Σικελική τε ὀψοφαγία ἴσχυσεν, ἐξενευρίσθη τὰ στάδια, καὶ πολλῷ μᾶλλον, ἐπειδὴ κολακευτική γε ἐγκατελέχθη τῇ γυμναστικῇ. ἐκολάκευσε δὲ πρῶτον μὲν ἰατρικὴ παρισταμένη ξύμβουλος, ἀγαθὴ μὲν τέχνη, μαλακωτέρα δὲ ἢ ἀθλητῶν ἅπτεσθαι ἔτι τε ἀργίαν ἐκδιδάσκουσα καὶ τὸν πρὸ τοῦ γυμνάζεσθαι χρόνον καθῆσθαι σεσαγμένους, οἷον ἄχθη Λιβυκὰ ἢ Αἰγύπτια, ὀψοποιούς τε καὶ μαγείρους ἥδοντας παραφέρουσα, ὑφʼ ὧν λίχνοι τε ἀποτελοῦνται καὶ κοῖλοι τὴν γαστέρα, ἄρτοις τε μηκωνείοις καὶ ἀπεπτουμένοις ἑστιῶσα, ἰχθύων παρανομωτάτης βρώσεως ἐμφοροῦσα, καὶ φυσιολογοῦσα τοὺς ἰχθῦς ἀπὸ τῶν τῆς θαλάττης δήμων, ὡς παχεῖς μὲν οἱ ἐξ ἰλύων, ἁπαλοὶ δὲ οἱ ἐκ πετρῶν, κρεώδεις δὲ οἱ πελάγιοι, λεπτούς τε βόσκουσι θαλάμαι, τὰ φυκία δὲ ἐξιτήλους, ἔτι τε τὰ χοίρεια τῶν κρεῶν σὺν τερατολογίᾳ ἄγουσα· μοχθηρὰ μὲν γὰρ ἡγεῖσθαι κελεύει τὰ ἐπὶ θαλάττῃ συβόσια διὰ τὸ σκόροδον τὸ θαλάττιον, οὗ

μεστοὶ μὲν αἰγιαλοί, μεσταὶ δὲ θῖνες, φυλάττεσθαι δὲ καὶ τὰ ἀγχοῦ ποταμῶν διὰ τὴν καρκίνων βρῶσιν, μόνων δὲ ἀναγκοφαγεῖν τῶν ἐκ κρανείας τε καὶ βαλάνου.

τὸ δὲ οὕτω τρυφᾷν δριμὺ μὲν καὶ ἐς ἀφροδισίων ὁρμήν, ἦρξε δὲ ἀθληταῖς καὶ τῆς ὑπὲρ χρημάτων παρανομίας καὶ τοῦ πωλεῖν τε καὶ ὠνεῖσθαι τὰς νίκας· οἱ μὲν γὰρ καὶ ἀποδίδονται τὴν ἑαυτῶν εὔκλειαν, δι’ οἶμαι, τὸ πολλῶν δεῖσθαι, οἱ δὲ ὠνοῦνται τὸ μὴ ξὺν πόνῳ νικᾷν διὰ τὸ ἁβρῶς διαιτᾶσθαι. καὶ ἀργυροῦν· μὲν ἢ χρυσοῦν περισπῶντι ἀνάθημα ἢ διαφθείροντι ὀργὴν οἱ νόμοι ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι φαίνουσι, στέφος δὲ Ἀπόλλωνος ἢ Ποσειδῶνος, ὑπὲρ οὗ καὶ αὐτοὶ οἱ θεοὶ μέγα ἤθλησαν, ἄδεια μὲν ἀποδίδοσθαι, ἄδεια δὲ ὠνεῖσθαι, πλὴν ὅσα Ἠλείοις ὁ κότινος ἄσυλος μένει κατὰ τὴν ἐκ παλαιοῦ δόξαν, οἱ δὲ ἄλλοι τῶν ἀγώνων ἐπηρώθησαν· ἓν ἐκ πολλῶν εἰρήσθω μοι, ἐν ᾧ πάντα· παῖς ἐνίκα πάλην Ἴσθμια τρισχιλίας ἑνὶ τῶν ἀντιπάλων ὁμολογήσας ὑπὲρ τῆς νίκης. ἥκοντες οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὁ μὲν ἀπῄτει τὰ χρήματα, ὁ δὲ οὐκ ὀφείλειν ἔφη, κεκρατηκέναι γὰρ δὴ ἄκοντος. ὡς δὲ οὐδὲν ἐπέραινεν, ὅρκῳ ἐπιτρέπουσι καὶ παρελθὼν ἐς τὸ τοῦ Ἰσθμίου ἱερὸν ὤμνυε δημοσίᾳ καὶ ταῦτα κατʼ ὀφθαλμοὺς τῆς Ἑλλάδος ὁ τὴν νίκην ἀποδόμενος ἦ μὴν πεπρακέναι τοῦ θεοῦ τὸν ἀγῶνα, τρισχιλίας γὰρ ὡμολογῆσθαί οἱ, καὶ ὤμνυε ταῦτα λαμπρᾷ τῇ φωνῇ, μὴ δή τι ἀσαφὲς εἴη δείσας. τί μὲν οὐκ ἂν ἐν Ἰωνίᾳ, τί δὲ οὐκ ἂν ἐν Ὀλυμπίᾳ γένοιτο ἐπʼ αἰσχύνῃ τοιαύτῃ ἀγῶνος; ὅσῳ γὰρ ἀληθεστέρα, εἰ οὐδʼ ἄνευ μαρτύρων, τοσῷδε ἀνιερωτέρα καὶ ἐπιρρητοτέρα. οὐκ ἀφίημι τοὺς γυμναστὰς καὶ ἀθλητὰς ἐπὶ τῇ διαφθορᾷ ταύτῃ, πάρεισι μὲν γὰρ μετὰ χρημάτων ἐπὶ τὸ

γυμνάζειν, καὶ δανείζοντες τοῖς ἀθληταῖς ἐπὶ τόκοις μείζοσιν ἢ ὧν ἔμποροι θαλαττεύοντες δανείζονται, τῆς μὲν τῶν ἀθλητῶν δόξης ἐπιστρέφονται οὐδέν, τοῦ δὲ πωλεῖν τε καὶ ὠνεῖσθαι ξύμβουλοι γίγνονταί σφισι προνοοῦντες τοῦ ἑαυτῶν κέρδους. καὶ ταυτὶ μὲν κατὰ καπηλευόντων εἰρήσθω μοι, καπηλεύουσι γάρ που τὰς τῶν ἀθλητῶν ἀρετὰς τὸ ἑαυτῶν εὖ τιθέμενοι.

ἁμαρτάνουσι δὲ κἀκεῖνο· παῖδα ἀθλητὴν ἀποδύσαντες γυμνάζουσιν ὡς ἤδη ἄνδρα τήν τε γαστέρα προβαρύνειν κελεύοντες καὶ βαδίζειν μεταξὺ τοῦ γυμνάζεσθαι καὶ ἐρεύγεσθαι, διʼ ὧν ὥσπερ οἱ κακῶς παιδεύοντες ἀφαιροῦνται τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα, ἀργίαν γυμνάζοντες καὶ ἀναβολὰς καὶ νωθροὺς εἶναι καὶ ἀτολμοτέρους τῆς αὑτῶν ἀκμῆς. ἄνεσιν ἐχρῆν γυμνάζειν, ὡς ἡ παλαίστρα· ἄνεσιν δὲ λέγω τήν τε ἀπὸ τῶν σκελῶν, ὁπόση ἐκ μαλαττόντων, τήν τε ἀπὸ τῶν χειρῶν, ὁπόση ἐκ τριβόντων, καὶ παρακροτείτω ὁ παῖς, ἐπειδὴ ἀγερωχότερα τὰ τούτων γυμνάσια. τὸν Φοίνικα Ἕλικα ἥδε ἡ ἰδέα ἐγύμναζεν οὐκ ἐν παισὶ μόνον, ἀλλὰ καὶ ἐς ἄνδρας ἥκοντα, καὶ λόγου θαυμασιώτερος ἐγένετο παρὰ πάντας, οὓς οἶδα τὴν ῥᾳστώνην ἐκμελετῶντας ταύτην.

Προσεκτέα δὲ οὐδὲ ταῖς τῶν γυμναστῶν τετράσιν, ὑφʼ ὧν ἀπόλωλε τὰ ἐν γυμναστικῇ πάντα. ἡγώμεθα δὲ τὴν τετράδα κύκλον ἡμερῶν τεττάρων ἄλλο ἄλλην πράττουσαν· ἡ μὲν γὰρ παρασκευάζει τὸν ἀθλητήν, ἡ δὲ ἐπιτείνει, ἡ δὲ ἀνίησιν, ἡ δὲ μεσεύει. ἔστι δὲ τὸ μὲν παρασκευάζον γυμνάσιον σύντονος πρὸς βραχὺ καὶ ταχεῖα κίνησις ἐγείρουσα τὸν ἀθλητὴν καὶ ὀξὺν τῷ μέλλοντι μόχθῳ ἐφιστᾶσα, τὸ δὲ ἐπιτεῖνον ἔλεγχος ἀπαραίτητος τῆς ἐναποκειμένης ἰσχύος τῇ ἕξει, ἡ δὲ ἀνέσεως ἡμέρα κίνησις ἀκμὴν

ξὺν λόγῳ ἀνακτωμένη, ἡ δὲ μεσεύουσα τῶν ἡμερῶν διαφεύγειν μὲν τὸν ἀντίπαλον, ὑποφεύγοντα δὲ μὴ ἀνιέναι διδάσκει. καὶ τὴν τοιάνδε ἰδέαν πᾶσαν ἁρμονικῶς γυμνάζοντες καὶ τὰς τετράδας ταύτας ὧδε ἀνακυκλοῦντες ἀφαιροῦνται τὴν ἐπιστήμην τὸ ξυνιέναι τοῦ ἀθλητοῦ τοῦ γυμνοῦ, καὶ ὅσα ἀνιᾷ μὲν σιτία, λυπεῖ δὲ οἶνος, βλάπτει δὲ ἡ ἀπʼ ἀφροδισίων καὶ τοῦ ὀνειρώττειν ἕξις καὶ ἀγωνίαι καὶ κόποι καὶ πλείω ἕτερα τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. πῶς ἰασόμεθα τοῦτον τετράζοντες καὶ κληροῦντες;

τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα καὶ κοῖλον ἆσθμα καὶ κύαθοι κλειδῶν ἀνεστηκότες καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι, τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ καὶ αἷμα ἱλαρώτερον καὶ ἰκμὰς ἡ μὲν κενεῶνος, ἡ δὲ ἐπιγουνίδος, τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει, τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες καὶ στενοὶ τὸ πνεῦμα καὶ τὰς ὁρμὰς ἄτολμοι καὶ ἀπανθοῦντες ὑπὸ τῶν πόνων καὶ τὰ τοιαῦτα ῥᾴδιοι ἁλίσκεσθαι, ἀποδύντας δὲ κλείς τʼ ἂν ἐνδείξαιτο κοίλη καὶ ἰσχίον ἄναιμον καὶ πλευρὰ ὑποχαράττουσα καὶ ψυχρότης αἵματος, ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία. λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας, λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σιτία βολαί τε ὀφθαλμῶν πεπλανημέναι καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.

οἱ δὲ ὀνειρώττοντες ἀποκάθαρσις μὲν τῆς ἐπιπολαζούσης εὐεξίας, ὁρῶνται δὲ ὅμως ὕπωχροι καὶ δροσίζοντες καὶ ὑποδεέστεροι μὲν τὴν ἰσχύν, εὐτραφεῖς δὲ ὑπὸ τοῦ καθεύδειν καὶ ἀνεύθυνοι τὸ ἰσχίον καὶ διαρκεῖς τὸ πνεῦμα, ἐν χώρᾳ τε τῶν ἀφροδισιαζόντων ὄντες οὐ

ταὐτόν εἰσιν, ἀλλ᾽ οἱ μὲν καθαίροντες τὴν ἕξιν, οἱ δὲ τήκοντες. κόπων δὲ ἀγαθὴ μάρτυς ἥ τε ἔξωθεν περιβολὴ τοῦ σώματος λεπτοτέρα ἑαυτῆς δοκοῦσα καὶ ἀνοιδοῦσα φλὲψ καὶ κατηφὴς βραχίων καὶ τὰ μυώδη κατεσκληκότα.

οἱ μὲν δὴ ὑπερσιτήσαντες, ἤν τε κούφων τύχωσιν, ἤν τε βαρυτέρων ἀγωνισταί, μεταχειριστέοι ταῖς ἐς τὸ κάτω τρίψεσιν, ἵνα τῶν κυριωτέρων τὰ περιττὰ ἀπάγοιτο, γυμναστέοι δὲ πένταθλοι μέν τινα τῶν κούφων, δρομεῖς δὲ μὴ ξυντείνοντες, ἀλλὰ σχολαῖοι καὶ μεῖζόν τι διαβαίνοντες, πύκται δὲ ἀκροχειριζέσθων ἐλαφροί τε καὶ ἀερίζοντες. πάλη δὲ καὶ παγκράτιον ὀρθοὶ μὲν καὶ οἵδε. ἀλλʼ ἀνάγκη κυλίεσθαι. κυλιέσθων μέν, ἀλλʼ ἐπικείμενοι μᾶλλον ἢ ὑποκείμενοι καὶ μηδαμῇ περικυβιστῶντες, ὡς μὴ ἀνιάτῳ τινὶ ἕλκει πηροῖεν τὸ σῶμα. μεταχειριζέσθω τε ὁ γυμναστὴς κούφους τε ὁμοίως καὶ βαρεῖς ταῖς διὰ μετρίου ἐλαίου τρίψεσι τῶν κάτω μάλιστα, καὶ τοῦτο ἀποματτέτω.

οἶνος δὲ περιττεύσας ἀθλητῶν σώμασιν, ὥστε ἱδρῶτος πολλοῦ πάντα μεστὰ εἶναι, διὰ μετρίων τῶν γυμνασίων ἐκκαλείσθω. οὔτε γὰρ ἐπιγυμνάζειν χρὴ τοὺς τοιούτους, οὔτε ἀνιέναι, τὸ γὰρ διεφθορὸς ὑγρὸν ἀποχετεύειν ἄμεινον, ὡς μὴ τὸ αἷμα ὑπʼ αὐτοῦ κακουργοῖτο. ἀποματτέτω δὲ ὁ γυμναστὴς καὶ ἀποστλεγγιζέτω ξυμμέτρῳ χρώμενος τῷ πήλῳ, ὡς μὴ ἀποφράττοιντο αἱ ἐκβολαὶ τοῦ ἱδρῶτος.

τοὺς δὲ ἐξ ἀφροδισίων ἄμεινον μὲν μὴ γυμνάζειν, οἱ γὰρ στεφάνων καὶ κηρύκων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι ποῦ ἄνδρες; εἰ δὲ ἄρα γυμνάζοιντο, ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι τὴν ἰσχὺν καὶ τὸ πνεῦμα, ταυτὶ γὰρ μάλιστα αἱ τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. ἡ δὲ τῶν

ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια δέ, ὡς ἔφην. γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς, κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις. ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. δεῖ δὲ αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει, τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ μετρίως ἀνίησιν.

ἀγωνιῶντες δὲ ἀθληταὶ θεραπευέσθων μὲν καὶ τὰς γνώμας λόγῳ παραθαρσύνοντί τε αὐτοὺς καὶ καθιστάντι, γυμναζέσθων δʼ ἐν χώρᾳ τῶν ἀϋπνούντων τε καὶ μὴ εὐσίτων. εὖ τούτοις ἔχει τὸ ἁρμονικὸν γυμνάσιον, αἱ γὰρ περιδεεῖς γνῶμαι προθυμότεραί εἰσι μανθάνειν ἃ προσήκει φυλάττεσθαι. κόποι δὲ οἱ μὲν αὐτόματοι νόσων ἀρχαὶ καὶ ἀπόχρη τοὺς μὲν πηλῷ καὶ παλαίστρᾳ πονήσαντας ἀνιέναι μετρίως τε καὶ ὡς εἶπον, τοὺς δὲ ἐν κόνει πεπονηκότας ἐπιγυμνάζειν τῆς ὑστεραίας ἐν πηλῷ ξὺν μικρᾷ ἐπιτάσει, ἡ γὰρ ἀθρόα μετὰ τὴν κόνιν ἄνεσις ἰατρὸς πονηρὸς κόπων, οὐ γὰρ θεραπεύει τὴν ἰσχὺν ἀλλʼ ἀποκρεμάννυσιν ἡ μὲν δὴ σοφωτέρα γυμναστικὴ καὶ ἐπιτείνουσα τὸν ἀθλητὴν τοιάδε ἂν εἴη.

ἔλεγχος δὲ τῶν τετράδων, ἃς παρῃτησάμην καὶ ἡ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ διαμαρτία, οὗ τὸ σῆμα Ἀθήνησιν ἐν δεξιᾷ τῆς Ἐλευσῖνάδε ὁδοῦ. ἐτύγχανε μὲν οὗτος Ὀλύμπια νενικηκώς, τρίτῃ δὲ ἀπʼ ἐκείνης ἡμέρᾳ πίνων τὴν ἑαυτοῦ νίκην καί τινας τῶν γνωρίμων ἑστιῶν ὀψοφαγίᾳ ἀήθει χρησάμενος ἀπηνέχθη τοῦ ὕπνου. ἥκων οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὡμολόγει πρὸς τὸν γυμναστὴν ὠμός τε εἶναι πονήρως τε ἔχειν πῃ, ὁ δὲ ἠγρίαινέ τε καὶ ξὺν ὀργῇ ἤκουε

καὶ χαλεπὸς ἦν ὡς ἀνιέντι καὶ τὰς τετράδας διασπῶντι, ἔς τε ἀπέκτεινε τὸν ἀθλητὴν ἐν αὐτῷ τῷ γυμνάζειν ἀγνωσίᾳ, οὐ συνεὶς προειπόντος ἃ γιγνώσκειν ἔδει καὶ σιωπῶντος. τοιῶνδε μὲν δὴ τῶν τετράδων οὐσῶν καὶ ὧδε ἀγυμνάστων ὑπ᾽ ἀπαιδεύτου γυμναστοῦ γίγνεται οὐ μέτρια πάθη· τὸ γὰρ τοιοῦδε ἀθλητοῦ ἁμαρτεῖν τὰ στάδια πῶς οὐ βαρύ; οἱ δὲ ἀσπαζόμενοι τὰς τετράδας τί χρήσονται αὐταῖς ἐς Ὀλυμπίαν ἥκοντες; παρʼ οἷς κόνις μέν, ὁποίαν εἴρηκα, γυμνάσια δὲ προστεταγμένα, γυμνάζει δὲ ὁ Ἑλλανοδίκης οὐ τῇ προῤῥήσει, ἀλλ ἐπεσχεδιασμένα πάντα τῷ καιρῷ, μάστιγος καὶ τῷ γυμναστῇ ἐπηρτημένης, εἴ τι παρʼ ἃ κελεύουσι πράττοι. κελεύουσι δὲ ἀπαραίτητα, ὡς παραιτουμένοις ταῦτα ἕτοιμον Ὀλυμπίων εἴργεσθαι. περὶ μὲν δὴ τῶν τετράδων τοσαῦτα.---

τούτοις ἑπόμενοι σοφίαν τε γυμναστικὴν ἐνδειξόμεθα καὶ τοὺς ἀθλητὰς ἐπιῤῥώσομεν καὶ ἀνηβήσει τὰ στάδια ὑπὸ τοῦ εὖ γυμνάζειν.---

Ἁλτὴρ δὲ πεντάθλων μὲν εὕρημα, εὕρηται δὲ ἐς τὸ ἅλμα, ἀφʼ οὗ δὴ καὶ ὠνόμασται, οἱ γὰρ νόμοι τὸ πήδημα χαλεπώτερον ἡγούμενοι τῶν ἐν ἀγῶνι τῷ τε αὐλῷ προσεγείρουσι τὸν πηδῶντα καὶ τῷ ἁλτῆρι προσελαφρύνουσι, πομπός τε γὰρ τῶν χειρῶν ἀσφαλὴς καὶ τὸ βῆμα ἑδραῖόν τε καὶ εὔσημον ἐς τὴν γῆν ἄγει. τουτὶ δὲ ὁπόσου ἄξιον οἱ νόμοι δηλοῦσιν· οὐ γὰρ ξυγχωροῦσι διαμετρεῖν τὸ πήδημα, ἢν μὴ ἀρτίως ἔχῃ τοῦ ἴχνους. γυμνάζουσι δὲ οἱ μὲν μακροὶ τῶν ἁλτήρων ὤμους τε καὶ χεῖρας, οἱ δὲ σφραιροειδεῖς καὶ δακτύλους. παραληπτέοι δὲ καὶ κούφοις ὁμοίως καὶ βαρέσιν ἐς πάντα γυμνάσια, πλὴν τοῦ ἀναπαύοντος.

κόνις δὲ ἡ μὲν πηλώδης ἱκανὴ ἀποῤῥύψαι καὶ ξυμμετρίαν δοῦναι τοῖς περιττοῖς, ἡ δὲ ὀστρακώδης ἀνοῖξαί τε ἐπιτηδεία καὶ ἐς ἱδρῶτα ἀγαγεῖν τὰ μεμυκότα, ἡ δὲ ἀσφαλτώδης ὑποθάλπειν τὰ ἐπεψυγμένα, μέλαινα δὲ καὶ ξανθὴ κόνις γεώδεις μὲν ἄμφω καὶ ἀγαθαὶ μαλάξαι τε καὶ ὑποθρέψαι, ἡ δὲ ξανθὴ κόνις καὶ στιλπνοὺς ἐργάζεται καὶ ἡδίους ἰδεῖν, ὡς περὶ γενναίῳ τε καὶ ἠσκημένῳ σώματι ἔστι. σκεδαννύναι δὲ χρὴ τὴν κόνιν ὑγρῷ τῷ καρπῷ καὶ διεστῶσι τοῖς δακτύλοις διαῤῥαίνοντα μᾶλλον ἢ ἐπιπάττοντα, ἵνʼ ἐς τὸν ἀθλητὴν ἡ ἄχνη πίπτοι.

Κώρυκος δὲ ἀνήφθω μὲν καὶ πύκταις, πολὺ δὲ μᾶλλον τοῖς ἐπὶ τὸ παγκράτιον φοιτῶσιν. ἔστω δὲ καὶ κοῦφος μὲν ὁ πυκτικός; ἐπειδὴ κωρύκου γυμνάζονται μόναι αἱ τῶν πυκτῶν χεῖρες, ὁ δὲ τῶν παγκρατιαστῶν ἐμβριθέστερος καὶ μείζων, ἵνα γυμνάζοιντο μὲν τὴν βάσιν ἀνθιστάμενοι τῇ τοῦ κωρύκου ἐπιφορᾷ, γυμνάζοιντο δὲ ὤμους τε καὶ δακτύλους ἐς ἀντίπαλόν τι παίοντες. ἡ κεφαλὴ ἐναραττέτω καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου τὰ ὀρθὰ εἴδη.

εἱληθεροῦσι δὲ οἱ μὲν %5ἀμαθῶς αὐτὸ πράττοντες ἐν ἅπαντι τῷ ἡλίῳ καὶ πάντες, οἱ δὲ ξὺν ἐπιστήμῃ καὶ λόγῳ οὕτε ἀεὶ καὶ ὁπόσοις λῷον· οἱ μὲν γὰρ βόρειοι τῶν ἡλίων καὶ οἱ νήνεμοι καθαροί τέ εἰσι καὶ εὔειλοι, ἅτε δὴ λευκοῦ ἐκβάλλοντες τοῦ αἰθέρος, οἱ δὲ νότιοί τε καὶ ἐκνεφίαι ὑγροί τέ εἰσι καὶ ὑπερκαίοντες, οἷοι ἐπιθρύψαι μᾶλλον τοὺς γυμναζομένους ἢ θάλψαι. τὰς μὲν δὴ εὐηλίους τῶν ἡμερῶν εἴρηκα, ἡλιωτέοι δὲ οἱ φλεγματώδεις μᾶλλον, ἵνα τοῦ περιττοῦ ἐξικμάζοιντο, ἐπιχόλους δὲ ἀπάγειν χρὴ δὴ τούτου, ὡς μὴ πυρὶ πῦρ ἐπαντλοῖτο. καὶ

ἡλιούσθων οἱ μὲν προήκοντες ἀργοὶ κείμενοι καὶ πρόσειλοι κατὰ ταὐτὰ ὀπτωμένοις, οἱ δὲ σφριγῶντες ἐνεργοὶ καὶ γυμναζόμενοι πάντα, καθάπερ Ἠλεῖοι νομίζουσι. τὸ δὲ πυριᾶσθαι καὶ ξηραλοιφεῖν, ἐπειδὴ τῆς ἀγροικοτέρας γυμναστικῆς ἔχεται, Λακεδαιμονίοις ἀφῶμεν, ὧν τὰ γυμνάσια οὔτε παγκρατίῳ οὔτε πυγμῇ εἴκασται. φασὶ δὲ αὐτοὶ Λακεδαιμόνιοι μηδὲ ἀγωνίας ἕνεκα γυμνάζεσθαι τὴν ἰδέαν ταύτην, ἀλλὰ καρτερίας μόνης, ὅπερ δὴ μαστιγουμένων ἐστίν, ἐπειδὴ νόμος αὐτοῖς ἐπὶ τοῦ βωμοῦ ξαίνεσθαι.