Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Βούλομαί σοι μετὰ παιδιᾶς παρρησιάσασθαι, ἐπειδὴ καὶ σὺ περὶ ἐμοῦ προεισβέβληκας τῷ τρόπῳ τούτῳ. λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν. ἀλλὰ τῷ μὲν ἥδεσθαι ὦ Λασθένεια καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω, ἐάν σοι Φιλιστίων ὁ ἰατρὸς ἀφίκηται. καὶ τἄλλα, ὅσα ἐπὶ τῷ Γαρότᾳ, περὶ οὗ σὺ εὐμαρῶς ἅτε σοφὸς ὢν ἐξηπατήθης ὡς ἔγωγε ὠνόμασα· ἅτε γὰρ οἶμαι ἐν τῷ ἥπατι τῆς Ἑλλάδος κατοικοῦντά σε οὐδὲν λέληθε. συνήδομαι δὲ τοῖς Ἀθηναίοις, εἰ μὴ ἀνάγκη αὐτοῖς ἔσται τὸν σοφιστὴν σοφὸν καλεῖν, μηδὲ τοὺς θεοῖσιν ἐχθρούς, νεκροῖσι δὲ φίλους τιμᾶν, μηδὲ τὰ περὶ τοῦ ἀγαθοῦ φενακίσματα θαυμάζειν, μηδὲ τὸ ἁμάξιον θεωρεῖν, ἐφ’ ᾧ σὺ ἐκπορεύῃ. καὶ εἰ μὴ ἀποπορεύῃ, ὅπως μὴ τὰς θύρας ἐμπίπρῃς τῶν γειτόνων, μηδὲ καταδείξῃς τὴν τῶν σατύρων σοφίαν, ἣν πρὸς ἐμέ ποτε συμπίνων ἐν Ἰταλίᾳ ἐπηγγέλλου, μηδὲ ὅτι δένδρα μὲν ἅπαντά ἐστιν, ἕτερον δὲ συκῆ καὶ μυρρίνη καὶ δάφνη, ἐφ’ οἷς μέγα φρονοῦσιν οἱ τρισάθλιοι. ἤδη γὰρ ἐνθουσιάζω τε καὶ ἐπισκοπῶ τὸ θεῖον ὡς δίκαιον κακὸν ἐπράξατο. κέλευσον δέ μοι Πολύξενόν τε καὶ τοὺς ἑταίρους καὶ τὰ γραΐδια καὶ τοὺς νομεῖς γράψαι τὰς παρ’ ὑμῖν συνουσίας· πάνυ γὰρ οἴομαι αὐτὰς ἀξιηκόους εἶναι ἀνδρὸς Κέκροπος κοινώμασι βλαστόντος, ᾧ σὺ οὐχ ὡς πάτριον ἐχαρίσω, ἀλλ’ ὡς μὴ χραίνοις τὰ ἱερεῖα, παναπόπληκτος ἐγένου, νόσων τε .............. ἵνα δὲ ἐπίσχῃς τὰ κατ’ οἶκον ἐπιστόλια εὐτραπέλως γράφων οὕνεκεν τοῦ εὐκαταφρονήτου ἀργυριδίου δι’ ὅπερ καὶ ὑμεῖς Ἑρμείαν κολακεύοντες τολμᾶτε θεραπεύειν. ἐπὶ δὲ ταῖς παροιμίαις τε καὶ παραβολαῖς, αἷς χαίρετε, τοιοῦτόν τι βούλομαι εἰπεῖν. φασὶ γὰρ Ἴωνάς τινας εἰς Λακεδαίμονα ἀφικομένους ἀσχημονῆσαί τι τῶν οὐκ ἐννόμων, τοὺς ἐφόρους δὲ καὶ γέροντας δεινῶς φιλοτιμηθῆναι καὶ ἐξευρεῖν αὐτούς. φοβεῖσθαι οὖν σφόδρα τοὺς ἁλόντας, ἐπεὶ ἤγοντο εἰς τὴν ἀγοράν, τοὺς δὲ Λακεδαιμονίους ἀνακηρῦξαι ὡδί πως αὐτοῦ κέλονται τοὶ ἔφοροι καὶ τοὺς μὲν ἰατροὺς ἔτι πονηροτέρους ἦμεν καὶ μέχρι μὲν τούτων ἴσασι τί ἴσον ἔχοιμεν. ἐὰν δὲ τὰ ἄλλα σωφρονήσῃς, κἀγώ σοι συσσωφρονήσω.