Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔδοξέ μοι γράψαι ἐπιστολάς, τὴν μὲν ἑτέραν μᾶλλόν σεμνυνομένην, τὴν δὲ τῶν κατ’ οἶκον εἰθισμένων λέγεσθαι τρόπον· καὶ γὰρ ἐνεθυμήθην ὅτι δοκοῦσιν ἐνίοτε συμβαίνειν ἀκαιρίαι τοῦ λαμβάνειν τὰ ἐπεσταλμένα. ὁτὲ μὲν γὰρ τυγχάνει ἅτερος ἡμῶν σπουδάζων, ἔστι δ’ ὅτε πρὸς παιδιὰν ἀνειμένος καὶ ἱλαρώτερον ἔχων, τῷ τὲ παρρησίαν ἄγειν ἁπλῶς ἡδόμενος. πρῶτον μὲν οὖν συγχαίρω Συρακουσίοις ὅτι πέπαυνται τὸν χοῖρον ἴακχον καλοῦντες καὶ τὸν βοῦν γαρόταν καὶ βαλλάντια τὰ ἀκόντια, καρποτόκον τε μῆνα, ὅτι καρπὸς ἐν αὐτῷ γίνεται, καὶ τὰ εἰς Δελφοὺς πεμφθέντα ἀναγράψαι τὰ σοφά, ἐφ’ οἷς ἔοικεν ὁ Ἀπόλλων οὐχ ὡς πατὴρ διατεθῆναι ἀκούσας καὶ τὸ ἁμάξιον ἰδὼν τὸ ἐν τῷ ἰπποδρόμῳ περιτρέχον αὐτόματον, ἀλλά μοι δοκεῖ βουληθῆναι παῦσαι ἀφικνούμενον αὐτὸν τοιαῦτα θεωρήματα. ὀρθῶς οὖν ἔχει ἴσως τῶν καλῶν γενομένους θεοφιλήτους νομίζειν. ἐγὼ δὲ οὔπω σε μιμνήσκω τῆς ἐπιστολῆς ἣν ἔγραψας πρὸς ἐμέ, ὅτι αἴτιος εἴην ἐγὼ τοῦ ἐπιμεληθῆναι τὴν πρᾶξιν ταύτην καὶ μὴ ἀνεθῆναι, καὶ ἔφης καλῶς ποιεῖν, εἰ καὶ αὐτὸς ἀνεχοίμην ἀπορίας καὶ πραγματείας. ἕτερος μὲν οὖν ἄν τις εὐθέως μεμνημένος ἐπιστολὰς ἔπεμπε πρὸς σὲ νῦν, κελεύων ἐκείνων μεμνῆσθαι, ἐγὼ δὲ καιρὸν τηρήσας τότε ἐπιστελῶ. πάνυ δὲ πολλοῦ ἐτιμησάμην ἂν ἀπὸ μηχανῆς θεωρεῖν πότερον ἐκεῖνο τὸ σχῆμα διατελεῖς ἔχων ἢ γέγονας ἡμῖν σεμνός τε καὶ αὐθάδης, ὅτι διαλέγεται περὶ σοῦ τὰ παιδία ἐν ταῖς ὁδοῖς καὶ Πολύξενος ἐν τοῖς πορθμείοις καθήμενος καὶ οἱ ποιμένες ἐν τοῖς ὄρεσι. τουτὶ τὸ νεανικόν ἐστι καὶ ἀγητόν; οὐ δήπου. ἀλλὰ νῦν δείξεις οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασιν ἀδικίας ἀνέχοντες, ὅθεν δὴ γίνεται πάντα τὰ καλά. καὶ τὴν ἀκαδήμειαν κοσμήσεις, ὥστε κλέος αὐτῆς εἶναι ὅσον τ’ ἐπικίδναται ἠώς. ἐμοὶ δὲ χεῖρες μὲν καὶ πόδες φύσονται πλείονες ἢ τῷ Γηρυόνῃ· τόν τε γὰρ Φιλιστίωνα ἀποπέμψετε καὶ ἄλλον ὅντινα τρόπον δυνατόν ἐστι τὴν δύναμίν μου αὐξήσετε. ἀπότεμψον δέ μοι μίαν * *  Μοίριδος καὶ Ἐχεκράτους πυθόμενος τὰς παρὰ Διονυσίῳ συνουσίας· πάνυ γὰρ ἀξιηκόους αὐτὰς οἴομαι

εἶναι ἀνδρὸς Φοίβου κοινώμασι βλαστόντος. ἐπίστελλε δὲ καὶ εἴ που δεῖ ἐπιμελεῖσθαι τῶν ἐνθάδε ἢ ἰδίᾳ πρὸς τὴν πόλιν ἢ καὶ εἴ ποθεν ἄλλοθεν συμπαρασκευασάμενος, ὡς ἕτοιμοί εἰσιν οἵπερ συναπέστελλον ὑμᾶς. γίνωσκε δὲ ὅτι πολλοὺς οἶμαι φανεῖσθαι τοὺς ἑτοίμους ὄντας συνεπιμελεῖσθαι τῶν ὑπαρχόντων, ἐάν σοι φαίνηται τὰ παρ’ ἡμῶν κατὰ τὸ προσῆκον ὑφηγούμενα. τὰ δὲ παρ’ ἡμῖν ἔχει παραπλησίως ὥσπερ καὶ ὑμῶν ἐπιδημούντων. ἔρρωσο.