Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶ Μάγνης, γράφει δὲ Ἀθήνησι πάλαι τὰς Ἑλληνικὰς πράξεις, ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. διάκουσον οὖν αὐτοῦ τὸ πρᾶγμα καὶ βοήθησον ὡς ἂν δύνῃ προθυμότατα. δικαίως δ’ ἂν αὐτῷ βοηθοίης διὰ πολλὰ καὶ διότι παρ’ ἡμῖν ἀναγνω σθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπὸ Ἰσοκράτους λόγου τότε τὴν μὲν ὑπόθεσιν ἐπῄνεσε, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἐλλάδα γενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. πειράσομαι δ’ αὐτῶν εἰπεῖν ὀλίγας.

(2) Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων

δεδήλωκεν, οὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν, οὐτε Πλάτωνος ἐν τοῖς πρός σε πεμφθεῖσι λόγοις ἀπέσχηται. καίτοι χρῆν πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸς τὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖς ἀπὸ σοῦ γενμένοις φανεράν· Ἡρακλῆς γάρ, ὄντος νόμου τὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι γίνεται Πυλίου θετὸς υἱός.

(3) τούτου δὲ ὄντος τοιούτου τοὺς λόγους ἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶν ἐστὶν ἀφ’ Ἡρακλέους, μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦ προγόνου καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἐλλάδα γενομένας εὐεργεσίας ἐξαγγέλλειν. νυνὶ δὲ ὥσπερ ἀπορρήτους συμφορὰς κατασεσιώπηκεν· Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἐλλάδα πέμψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας Ἀλέξανδρος τοὺς μὲν πρέσβεις ἀπέκτεινεν, ὕστερον δὲ στασιαζόντων τῶν βαρβάρων οἱ Ἕλληνες ἐπὶ τὸ ἡμέτερον Ἡράκλειον ἀπήντησαν, Ἀλεξάνδρου δὲ τὴν Ἀλεύου καὶ Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντος ἀναζεύξαντες οἱ Ἕλληνες δι’ Ἀλέξανδρον ἐσώθησαν.

(4) καίτοι τούτων χρὴ μὴ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις ἀποφαινόμενον ἐκ τοῦ τῶν προγόνων ἐπαίνου εὔνους δεῖν ποιῆσαι τοὺς ἀκροατάς. προσῆκε δὲ καὶ τὴν Πλαταιᾶσιν ἐπὶ Μαρδονίου γενομένην δηλῶσαι καὶ τὰς ἑξῆς τοσαύτας τῶν σῶν προγόων εὐεργεσίας· οὕτω γὰρ ἂν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶν Ἑλλήνων εὐνοίας ἔτυχε μᾶλλον ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέρας βασιλείας εἰπόντος. ἦν δὲ καὶ τὰ παλαιὰ διαλεχθῆναι τῆς Ἰσοκράτους ἡλικίας, τὸ δὲ εὐθαλῶς, ὥς φησιν αὐτός, ἀνθούσης τῆς διανοίας. ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστον ὑπ’ Ὀλυνθίων γινομένας.

(5) τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν, ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι δὲ Ἀθηναίων καὶ Λακεδαιμονίων καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων, πόλεμον πρὸς Ὀλυνθίους ἐξενεγκεῖν; ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπιστολῇ πρὸς σὲ μηκυντέον, ἃ δέ ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσιν εἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρει δέ σοι πυθέσθαι, ταῦτά μοι δοκεῖ φράσειν καὶ τούτων ἀξιώσειν εὐαγγελίᾳ δικαίαν χάριν Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. περὶ γὰρ τῆς γινομένης Ὀλυνθίοις χώρας, ὡς ἔστι τὸ παλαιὸν Ἡρακλειδῶν ἀλλ’ οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιοπίστους μύθους εἴρηκε.

(6) τὸν αὐτὸν γάρ φησι τρόπον Νηλέα μὲν ἐν Μεσσήνῃ, Συλέα δὲ περί τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ’ Ἡλρακλέους ὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττειν Νέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Νηλέως ἀδελφῷ τὴν Φυλλίδα χώραν, καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖς Κρεσφόντην κομίσασθαι, τὴν ἐδ Ἀμφιπολῖτιν Ἡρακλειδῶν οὖσαν Ἀθηναίους καὶ Χαλκιδεῖς λαβεῖν. ὣς δ’ αὔτως ὑφ Ἡρακλέους ἀναιρεθῆναι

κακούργους καὶ παρανόμους, Ἱπποκόωντα μὲν ἐν Σπάρτῃ τύρανον, Ἀλκυονέα δὲ ἐν Παλλήνῃ. καὶ Σπάρτην μὲν Τυνδάρεῳ, Ποτίδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνι τῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ την μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακελιδῶν καθόδοις ἀπολαβεῖν, Παλλήνην δὲ Ἐρετριεῖς καὶ Κορινθίους καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιοὺς Ἡρακλειδῶν οὖσαν κατασχεῖν.

(7) τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτίδας τυράννους Τμῶλον καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι καὶ περὶ Ἀμβρακίαν Κλείδην καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατῴκισαν, Λαδίκῃ δὲ καὶ Χαράττῃ τὴν Ἀμβρακικὴν χώραν ἐγχειρίσειεν, ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς ἀπ’ αὐτοῦ γινομένοις. ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου τῆς Ἠδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασι.

(8) καὶ ταῦτά ἐστιν οὐ πρόφασις Ἰσοκράτους, οὐδὲ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἶ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρὰ Ἀντιπάτρου, τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν καὶ πῶς ὄντες Ἀμφικτύονες Φλεγύαι μὲν ὑπὸ Ἀπόλλωνος, Δρύοπες δὲ ὑπὸ Ἡρακλέους, Κρισαῖοι δὲ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνῃρέθησαν. οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέθησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφικτυόνων συντελείας μετέσχον, ὧν ἐνίους σέ φησι μεμιμῆσθαι καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους.

(9) ὧν ὁ τὰ παλαιὰ καινῶς καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν λέγει νῦν οὔτε τὰς ἀρχαίας πράξεις οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ διαγωνισθείσας, οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύθευκε. καίτοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δὲ οὐκ εἰδέναι, τῶν δὲ ἐπιλελῆσθαι. πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας προκαλῶν ὁ σοφιστὴς τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν ἐν παραδείγματι δεδήλωκε, τὰ δὲ μείζω καὶ καλλίω πράγματα τῷ πατρί σου πραχθέντα παρέλιπεν.

(10) Ἀλκιβιάδης μὲν γὰρ ἐπ ἀσεβείᾳ φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τὴν αὐτοῦ κακῶς ποιήσας εἰς αὐτὴν κατῆλθεν. Ἀμύντας δὲ ὑπὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑπωχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν, εἶθ’ ὃ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασεν. παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν, ὥσπερ προσῆκόν σοι τοὺς ἀσεβεστάτους ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι, καὶ ζηλωτὴν τῶν κακίστων ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. καί φησι μὲν ἐν ταῖς τέχναις προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παραδείγματα φέρειν, ὀλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίοις καὶ τοῖς αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις

παραδείγμασι χρῆται.

(11) καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων χαριέντως ἀμύνασθαί φησι τῶν μαθητῶν τῶν αὐτῷ πλησιαζόντων τοὺς ἐπιτιμῶντας οἳ δὲ χειρωθέντες τῆς ῥητορικῆς τῇ δυνάμει καὶ παρὰ ταῦτα οὐδὲν ἔχοντες εἰπεῖν οὕτως ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ δεδώκασι. καταμάθοις δ’ ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους ἱτορίαν καὶ τὴν παιδείαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ τοῦ Βάττου ὄντας ἀποίκους Λακεδαιμονίων, τὸν δὲ Ποντικὸν μαθητὴν ἀπέδειξε τῆς αὑτοῦ σοφίας διάδοχον, οὗ σὺ πολλοὺς τεθεαμένος σοφιστὰς βδελυρώτερον οὐχ ἑώρακας.

(12) πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ’ ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκᾳ κατασκευάσαντος καὶ διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίνοιτο παρ’ ὑμῖν ἀνήμερον ἢ μὴ φιλάδελφον. ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων αὐτῷ, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων.

(13) ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραφε, νυνὶ δὲ πρεσβύτης ὢν ὥσπερ ἑκὼν ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν, ἀπέσταλκε δέ σοι λόγον, ὅν τὸ μὲν πρῶτον ἔγραψεν Ἀγησιλάῳ, μικρὰ δὲ διασκευάσας ὕστερον ἐπώλει τῷ Σικέιλίας τυράννῳ Διονυσίῳ, τὸ δὲ τρίτον τὰ μὲν ἀφελὼν τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ, τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἀπηκόντισεν. βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βιβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ’ αὐτοῦ προφάσεις.

(14) ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον ὑπὲρ τῆς Ἡρακλέους ἀθανασίας, ὕστερον δὲ αὐτῷ σοι φράσειν, ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν συγγνώμης ἀξιοῖ τυχεῖν, μὴ θαυμάζειν δέ, εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς μωλύτερον καὶ φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον, τὸν Πέρσην δὲ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησιν. ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις γράφοντα ἐπιλείπει με τὸ βυβλίον, τοσαύτην ἡμῖν σπάνιν βυβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. ἔρρωσο καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς ἡμᾶς αὐτὸν ἀπόστειλον.