Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὔπω μὲν εἶχον τούτων τι πέμπειν εἰς Συρακούνσας, ὧν ἔφης Ἀρχύταν δεηθῆναι λαβεῖν παρὰ σοῦ, θᾶττον δὲ καὶ οὐ διὰ μακροῦ πέμψομέν σοι. ἐμοὶ δὲ φιλοσοφία οὐκ οἶδ’ ὅ τι ποτὲ χρῆμα γέγονεν, ἆρά γε φλαῦρον ἢ καλόν, ὁπότε ἐγὼ μισῶ νῦν συνεῖναι τοῖς πολλοῖς. οἶμαι μὲν οὖν ὡς δικαίως διάκειμαι, ἀμαθαίνουσι δὲ κατ’ ἰδέαν πᾶσαν ἀφροσύνης οἵ τε ἰδίᾳ τι πονοῦντες καὶ οἱ τὰ κοινὰ πράττοντες. εἰ δὲ ἀλόγως τοῦτο πάσχω, οὕτω γε ἴσθι, ὅτι μόλις ἂν οὕτως ἐγένετό μοι ζῆν, ἄλλως δὲ οὐκ ἔνι μοι ψυχῆς λαμβάνειν.

(2) διὸ δὴ ἐκ τοῦ ἄστεος ἀπηλλάγην ὥσπερ εἰρκτῆς θηρίων, διατρίβω μέντοι οὐ μακρὰν Ἰφιστιαδῶν· κἂκ τούτων τῶν χωρίων συνέγνων ὅτι Τίμων οὐκ ἦν ἄρα μισάνθρωπος, μὴ εὑρίσκων μέντοι ἀνθρώπους οὐκ ἠδύνατο θηρία φιλεῖν, ὅθεν καθ’ ἑαυτὸν καὶ μόνος διεβίου. κινδυνεύω δὲ τυχὸν ἴσως μηδὲ ἐκείνως εὖ λογίζεσθαι. σὺ δὲ ἐκδέχου ὅπως βούλει· ἐμοὶ γὰρ ὧδε τὰ τῆς γνώμης ἔχει, ἄποθεν εἶναι τοῦ ἄστεος εἴς τε νῦν καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ὅντινα ἂν ζῆν ὁ θεὸς ἡμῖν διδῷ.

Κρῖνις, ᾧ δέδωκα τὴν ἐπιστολήν, ἔστι μὲν πάλαι καὶ σοὶ φίλος, ἐπεὶ δὲ ἡ ἀρχὴ τῆς γνώσεως ἀφ’ ἡμῶν γέγονε, καλῶς ἔχειν οἶμαι καὶ νῦν, ὥσπερ ἑτέραν ἀρχὴν ποιούμενος συστάσεως, παρακαλέσαι σε πρὸς τὴν ἐπιμέλειαν αὐτοῦ. τυγχάνει γὰρ βουλόμενος στρατεύεσθαι καὶ πράττειν τι τῶν κατ’ ἀξίαν αὐτοῦ. σχεδὸν δὲ βραχὺς ὁ μετὰ ταῦτα λόγος· οὔτε γὰρ ἡμᾶς ἀγνοεῖς πῶς ἔχομεν πρὸς Παράμονον καὶ Κρῖνιν, οὔτε τὸν νεανίσκον ὅτι σώφρων καὶ μέτριος καὶ εἰς πᾶσαν ὁμιλίαν ὡς εἰπεῖν καὶ χρείαν ἀσφαλής.

δεῖν γάρ φασι τεκμαίρεσθαι τὰ μέλλοντα τοῖς γεγονόσι, καὶ μάλιστα τῇ ἰδίᾳ φύσει καὶ προαιρέσει. τοῦτον δὲ πάντες ὁμολογουμένως ἐπαινοῦσιν. ὡς οὖν ὄντος καὶ τοιούτου καὶ ἡμετέρου καὶ σοῦ φίλου πειρῶ τὴν ἐνδεχομένην περὶ αὐτοῦ ποιεῖσθαι σπουδήν· ἄξιοι γὰρ οἱ τοιοῦτοι χάριτος.

Πολλάκις ἀναγγέλλοντος τοῦ Ἀθηνοδώρου τὴν ὑμετέραν προαίρεσιν, ἐδοκίμαζον γράψας πρὸς ὑμᾶς ἀσπάσασθαί τε καὶ προσαγορεῦσαι καὶ διὰ τὴν πρὸς ἐμὲ συνήθειαν ἧς φαίνεσθε μνημονεύειν, καὶ διότι περὶ Διονύσιον ὅμοιοι διαμένετε ταῖς εὐνοίαις. ἤθους γὰρ κρίσιν οὐδεμίαν ἀκριβεστέραν ἡγοῦμαι τῆς ἐν φιλίᾳ βεβαιότητος, ἧς ὑμᾶς αἰσθάνομαι καὶ παρὰ τὴν ἡλικίαν ἐπιμελουμένους. ὡς οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν ὑμῶν, ἣν πυνθάνομαι πολὺ μᾶλλον νῦν ἢ πρώην, ἀπερχομένου μου πειρᾶσθε καὶ τὸν ὑπόλοιπον χρόνον εἶναι τοιοῦτοι, νομίζοντες ἐλευθεριώτάτην ἐπικαρπίαν εἶναι τῆς τοιαύτης διαθέσεως τὴν παρὰ τῶν εὖ ζώντων εὐφημίαν.

Γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω ὅτι μέλλεις ἄρα πορρωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατ’ ἄστρα (ὅπερ καὶ μάλα πείθομαι ) Σωκράτους, μὴ περιίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ’ ἴνα ἥντινα προκοπὴν ἔσχομεν ἐπ’ ἐκείνου τοῦ δαιμονίου ἀνθρώπου, ταύτην σὺ σώσας ἐπί τι ἀγάγῃς τέλος.

(2) ἐμοὶ γὰρ ἥδιον φιλοσοφίας οὐδὲν καὶ τῶν ἐν φιλοσοφίᾳ λόγων· ἐτιθηνήθην γὰρ ἐκ νέου ἔτι παιδὸς Σωκρατικοῖς ὡς ἄν τις εἴποι βαυκαλήμασιν ἐν παντὶ ἁρμοδίῳ καὶ ἱερῷ τόπῳ, τοῦτο μὲν ἐν τῇ ἀκαδημείᾳ, τοῦτο δὲ ἐν Λυκείῳ τε καὶ Ἰλισσῷ ὑπὸ τῇ θείᾳ πλατάνῳ ἱσταμένης μεσημβρίας, ἵνα Λυσίας ὁ Κεφάλου τὰ περὶ ἔρωτος διωρθοῦτο. ἐν οὖν τοῖς τοιούτοις χωρίοις περιάγων τε καὶ περιαγόμενος ἀρετῆς τῆς ἀφ’ ὑμῶν ἐπιμπλάμην καὶ ἦν ἐπίφθονος Ἀλκιβιάδῃ τε τῷ Κλεινίου καί τισιν ἄλλοις τῶν νέων, οἳ μᾶλλον ἐβούλοντο ἐμοῦ προεδρίας ἀξιοῦσθαι παρ’ ὑμῖν τοῖς σοφοῖς, καὶ οὐδέποτέ με καταπροέδοτε, τῷ ὄντι ἐνεθίσαντες φιλοσοφία, ἧς ἐδίψων εἰς τὸ πάμπαν.

Οἱ ἀπ’ Αἰγύπτου ἀφικόμενοι ἀγαθοὶ ἄνδρες ἀπήγγελλον ἡμῖν ὅτι τὴν πᾶσαν Αἴγυπτον περισκεψάμενος νῦν διατρίβεις περὶ τὸν Σαϊτικὸν νομὸν λεγόμενον, ἐκπυνθανόμενος τῶν κεῖθι σοφῶν ὅ τι αὐτοῖς φαίνεται περὶ τοῦ σύμπαντος, ὅπως ἐγένετο καὶ ᾧ λόγῳ νῦν

τὴν πᾶσαν κίνησιν ἔχει κατά μέρος καὶ κατὰ τὸ ὅλον. δυσκόλως δέ φασιν αὐτοὺς τοῖς Ἕλλησι διαλέγεσθαι, ὅτῳ δήποτε οὖν παθήματι χρωμένους, εἰ μὴ ὅσον Πυθαγόρᾳ ἐκοινώνησαν τοὺς λόγους τοὺς περὶ φύσεως καὶ γεωμετρίας καὶ τοῦ ἀριθμοῦ οἱ περὶ Ἡλιούπολιν. καὶ τούτῳ γε οἶμαι τερατευσαμένῳ αὐτούς, ὥς τινες ἱστοροῦσι (ἐμέμνηντο γὰρ τῶν μύθων τῶν περὶ Πυθαγόραν, ἡνίκα τὰ περὶ Αἴγυπτον διηγοῦντο ἡμῖν, Τίμαιός τε καὶ Θεόδωρος ὁ Κυρηναῖος), ἢ καὶ ἄλλως ἐπελθὸν αὐτοῖς οἰκειωθῆναι.

(2) εἰ δὲ καὶ σοὶ νῦν, καὶ τὰ οἴκοι Ἀθήνησι πάντα κατὰ θεὸν ἔχει. ἐπίστελλε δὲ ἡμῖν καὶ πάλιν σὺ ὅπως διάκεισαι τοῦ σώματος, ὡς τά γε τῆς ψυχῆς ἑκάστοτε ἴσμεν ὑγιᾶ διά τε φρόνησιν καὶ ἀρετήν. καὶ εἴ του δέοιο τῶν σῶν, γράφε ἡμῖν· τὰ γὰρ ἐμά. ὦ Πλάτων, σά φημι εἶναι δίκῃ ἁπάσῃ, ὥσπερ καὶ Σωκράτους ἦν. σημανεῖς δ’ ἡμῖν περὶ τῶν ἐγχωρίων θεαμάτων καὶ τῆς περὶ ταῦτα μεγαλουργίας, τομάς τε λίθων εἰς ἄπλετόν τι μέγεθος ἐγηγερμένας καὶ ἐργασίας αὐτῶν ἀνδρεικέλους τε καὶ εἰς τὰ ἄλλα ζῷα ἀπεσχηματισμένας τέχνῃ τε παλαιᾷ καὶ οὐκ εἰς τὸν τρόπον τὸν Ἑλληνικόν, καὶ ἃ τῶν ἄλλων πάλιν τεχνημάτων πολυμόρφων ζῳδίων ἐπιδείκνυται τὴν ἰδίαν φύσιν καὶ ἄσκησιν ἀκεκτονοίαν τῆς ἐπινοίας τῆς ἐν τοῖς γενομένοις.

(3) ἄσμενος δ’ ἂν καὶ αὐτὸς τῶν πυραμίδων κατεῖδον τὸ μέγεθος καὶ τὴν Μέμφιν, καὶ αὐτήκοος ἐγενόμην τοῦ ἱεροῦ λόγου καὶ τῆς παγκάλης τοῦ Νείλου θέας αἱ διερχομένου δὲ τὴν Αἴγυπτον καὶ ἐπισχόμενα τῇ πλημμυρίδι κατὰ τὴν ἑτέραν ὥραν καὶ τὴν εἰς τοὔμπαλιν ἀπόρροιαν αὐτοῦ, ταῦτα γὰρ πάντα εἰς τὸ ἄπιστον λεχθῆναι νομίζω, ἃ παρὰ τοῖς πολλοῖς οὕτω μεγάλα ἐστὶ καὶ ἀξιέραστα τῆς ὄψεως.

Ἐκομισάμην παρὰ σοῦ γράμματά μοι πεμφθέντα διὰ τέλους, ἐν οἷς ἐδέου με παραγενέσθαι ὡς τάχιστα εἰς Κυρήνην, λέγουσα οὐκ εὖ σοι ἀπαντᾶσθαι οὔτε παρὰ τῶν ἐπισκόπων, οὔτε ἱκανὸν εἶναι οἰκονομῆσαι τὸν ἄνδρα αἰδῶ τε ἔχοντα καὶ θορύβων πολιτικῶν ζῆν μακρὰν εἰθισμένον. ἐγὼ δὲ πειρώμενος ὡς ἂν ἀφεθείην ὑπὸ τοῦ Διονυσίου πλεῦσαι πρὸς σέ, ἐμποδών μοι τοῦ χρεὼν στάντος ἐν Λιπάραις μαλακῶς ἔσχον, ὅτε δὴ καὶ τοὺς περὶ Σώνικον ἄριστά μοι προσφερομένους τημελοῦντάς με γνησίως καὶ ὡς ἂν εἰ..... ἀρκεῖταί τις ζῆν τῶν διάθεσιν φιλικήν.

(2) περὶ ὧν δὲ ἔκρινας τίνα ἕξεις τιμὴν ὑπ’ ἐμοῦ ἠλευθερωμένοις, οἳ καὶ ἔλεγον Ἀριστίππου μὴ ἀποχωρήσειν, ἕως ἂν αὐτοῖς ᾖ δύναμις ἀρέσκειν ἐκείνῳ τε καὶ σοί, πάντ’ οὖν αὐτοῖς πίστευε· περιέσται γὰρ αὐτοῖς ἐκ τῆς ἐμῆς βιοτῆς μὴ εἶναι κακοῖς. ὑποτίθεμαι δέ σοι τὰ πρὸς ἄρχοντας οἰκονομεῖν, ὥστε τὸ ἐμὸν συμβούλευμα τοῦτο συμφέρον. τοῦτο δὲ ἦν μὴ τοῦ πλείονος ὀριγνᾶσθαι· ῥᾷστα γὰρ ἂν οὕτως ἐξάγοις τὰ κατὰ τὸν βίον,

ὑπεροπτικὴ παντὸς οὖσα τοῦ πλέονος. οὐ γὰρ δὴ ἐκεῖνοι τοσοῦτόν σε ἀδικήσαιεν ἄν, ὥστε σε ἐνδεᾶ γενέσθαι. οἱ δύο μὲν γάρ σοι κῆποι μένουσιν ἱκανοὶ ὄντες καὶ πολυτελεῖ βίῳ, τὸ δ’ ἐν τῇ Βερενίκῃ κτῆμα καὶ μόνον καταλειφθὲν πρὸς ἀρίστην διαγωγὴν οὐχ ὑπολείψει.

(3) τῶν μικρῶν ὑμᾶς οὐ παρακελεύομαι καταφρονεῖν, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι ἔνθα οὐδὲ ἐπὶ μεγάλοις καλὸν ἡ ὀργή. εἰ δέ μου διαλυθέντος ὑπὸ τῆς φύσεως ποιῆσαι ἐμὸν βούλημα ζητεῖς, ὡς ὅτι κράτιστα παιδεύσασα τὸν Ἀρίστιππον Ἀθήναζε χώρει, Ξανθίππην τε καὶ Μυρτὼ πρὸ παντὸς ποιουμένη, αἵ με πολλάκις ἐλιπάρουν ἐπὶ μυστήριά σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ’ ἂν ἐθέλωσιν ἀδικεῖν (σὲ γὰρ οὐκ εἰς τὸ φυσικὸν τέλος ἀδικήσουσι), πειρῶ δὲ μετὰ Ξανθίππης καὶ Μυρτοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλέον διὰ τὴν ἐκείνων φιλίαν σεαυτὴν στέλλουσα· κεῖθι γὰρ τὸ σοβαρὸν οὐκ ἐπιχώριον.

(4) εἰ δ’ ἔλθοι θᾶττον ἅμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, ὃς ἐν Μεγάροις ὡμίλει μοι, ποιήσεις ἄριστα κοινουμένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώτερον τοῦ τέκνου τιμῶσα. θῆλυ δὲ τέκνον εἰ μηκέτι τρέφειν βούλει διὰ τὸ πολλάκις ἀνιᾶσθαι ἐπὶ παιδοτροφίᾳ τὸ τῆς Εὐβοΐδος θυγάτριον * *, ὃ δὴ ἐλευθέρως ἦγες, ἐμοί τε χαρίζεσθαι βουλομένης ἐπὶ τῷ τῆς ἐμῆς μητρὸς ὀνόματι· καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα, πρὸ παντὸς δὲ ἐπισκήπνω σοι τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἄξιος ἡμῶν καὶ φιλοσοφίας· ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως κληρονομίαν· τἄλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους.

(5) περὶ φιλοσοφίας δὲ οὐδὲ ἕν μοι γέγραφας, ὅτι ταύτην σού τις ἀφῄρηται. μέγα οὖν, ὦ ἀγαθὴ γύναι, χαῖρε ἐπὶ τῷ πλουτεῖν πλοῦτον τὸν ὑπὸ σοὶ κείμενον καὶ κτηματίτην ποίει τούτου τὸν υἱόν, ὃν ἐβουλόμην μὲν αὐτὸς ἤδη ἐμὸν υἱὸν εἶναι· ἐπειδὴ δὲ ἀναλύω μὴ ἐμπλησθεὶς αὐτοῦ, πέποιθα καὶ σοί, διότι τὴν αὐτὴν ἄξεις πορείαν τὴν συνήθη ἀγαθοῖς ἀνδράσιν. ἔρρωσο καὶ περὶ ἡμῶν μὴ ἀγανάκτει.