Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πολλάκις ἀναγγέλλοντος τοῦ Ἀθηνοδώρου τὴν ὑμετέραν προαίρεσιν, ἐδοκίμαζον γράψας πρὸς ὑμᾶς ἀσπάσασθαί τε καὶ προσαγορεῦσαι καὶ διὰ τὴν πρὸς ἐμὲ συνήθειαν ἧς φαίνεσθε μνημονεύειν, καὶ διότι περὶ Διονύσιον ὅμοιοι διαμένετε ταῖς εὐνοίαις. ἤθους γὰρ κρίσιν οὐδεμίαν ἀκριβεστέραν ἡγοῦμαι τῆς ἐν φιλίᾳ βεβαιότητος, ἧς ὑμᾶς αἰσθάνομαι καὶ παρὰ τὴν ἡλικίαν ἐπιμελουμένους. ὡς οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν ὑμῶν, ἣν πυνθάνομαι πολὺ μᾶλλον νῦν ἢ πρώην, ἀπερχομένου μου πειρᾶσθε καὶ τὸν ὑπόλοιπον χρόνον εἶναι τοιοῦτοι, νομίζοντες ἐλευθεριώτάτην ἐπικαρπίαν εἶναι τῆς τοιαύτης διαθέσεως τὴν παρὰ τῶν εὖ ζώντων εὐφημίαν.