Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Κρῖνις, ᾧ δέδωκα τὴν ἐπιστολήν, ἔστι μὲν πάλαι καὶ σοὶ φίλος, ἐπεὶ δὲ ἡ ἀρχὴ τῆς γνώσεως ἀφ’ ἡμῶν γέγονε, καλῶς ἔχειν οἶμαι καὶ νῦν, ὥσπερ ἑτέραν ἀρχὴν ποιούμενος συστάσεως, παρακαλέσαι σε πρὸς τὴν ἐπιμέλειαν αὐτοῦ. τυγχάνει γὰρ βουλόμενος στρατεύεσθαι καὶ πράττειν τι τῶν κατ’ ἀξίαν αὐτοῦ. σχεδὸν δὲ βραχὺς ὁ μετὰ ταῦτα λόγος· οὔτε γὰρ ἡμᾶς ἀγνοεῖς πῶς ἔχομεν πρὸς Παράμονον καὶ Κρῖνιν, οὔτε τὸν νεανίσκον ὅτι σώφρων καὶ μέτριος καὶ εἰς πᾶσαν ὁμιλίαν ὡς εἰπεῖν καὶ χρείαν ἀσφαλής.

δεῖν γάρ φασι τεκμαίρεσθαι τὰ μέλλοντα τοῖς γεγονόσι, καὶ μάλιστα τῇ ἰδίᾳ φύσει καὶ προαιρέσει. τοῦτον δὲ πάντες ὁμολογουμένως ἐπαινοῦσιν. ὡς οὖν ὄντος καὶ τοιούτου καὶ ἡμετέρου καὶ σοῦ φίλου πειρῶ τὴν ἐνδεχομένην περὶ αὐτοῦ ποιεῖσθαι σπουδήν· ἄξιοι γὰρ οἱ τοιοῦτοι χάριτος.