Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](281)

Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος [*](e. 52, 8) μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόν- των τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόν- των εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θερά- παιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθʼ ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενε- κράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φο- νεύειν.